38
ταπεινόν τε καὶ ἄδοξον, τὴν θείαν καὶ προαιώνιον οὐ προσιέμενοι γέννησιν· κατὰ ταὐτὰ καὶ οὗτοι τῆς μεγαλοπρεποῦς τε καὶ ὑψηλῆς καὶ ἀρρήτου ἐκ πατρὸς γεννήσεως τὴν ὁμολογίαν ἀρνούμενοι διὰ κτίσεως αὐτὸν ἔχειν τὸ εἶναι κατασκευάζουσιν, ὅθεν καὶ τῇ ἀνθρω 1.1.266 πίνῃ φύσει καὶ πᾶσι τοῖς γεγονόσιν ἐστὶν ἡ γέννησις. ἔγ κλημα τοῖς Ἰουδαίοις ἦν τὸ υἱὸν τοῦ ἐπὶ πάντων θεοῦ θεωρηθῆναι τὸν κύριον. ἀγανακτοῦσι καὶ οὗτοι κατὰ τῶν ἐν ἀληθείᾳ τὴν ὁμολογίαν ταύτην ἐπ' αὐτοῦ ποιουμένων. ἐκεῖνοι τιμᾶν ᾤοντο τὸν θεὸν τῶν ὅλων τῆς πρὸς αὐτὸν ὁμοτιμίας τὸν υἱὸν ἀποκλείοντες. ταῦτα καὶ οὗτοι τῷ ἐπὶ πάντων χαρίζονται, ἐν τῇ καθαιρέσει τῆς τοῦ κυρίου δόξης τῷ πατρὶ τὴν τιμὴν χαριζόμενοι. 1.1.267 Τὰ δὲ ἄλλα πῶς ἄν τις πρὸς ἀξίαν διεξέλθοι, δι' ὅσων καὶ οἵων τὴν κατὰ τοῦ μονογενοῦς ὕβριν ἐνδείκνυνται; ἐνέργειάν τινα προαναπλάσσοντες τῆς τοῦ Χριστοῦ ὑποστά σεως ἐκείνης ἔργον αὐτὸν καὶ ἀποτέλεσμα λέγουσιν, ὅπερ τοῖς Ἰουδαίοις οὔπω μέχρι τοῦ δεῦρο τετόλμηται· εἶτα περιγράφουσι τοῦ κυρίου τὴν φύσιν, ἐντὸς ὅρων τινῶν τῆς ποιησαμένης δυνάμεως αὐτὸν ἀποκλείοντες καὶ οἱονεὶ μέτρῳ τινὶ τῇ ποσότητι τῆς ὑποστησαμένης αὐτὸν ἐνεργείας περι σχοινίζοντες, ὥσπερ χιτῶνί τινι τῇ ἐπινοηθείσῃ παρ' αὐτῶν ἐνεργείᾳ πανταχόθεν περιειργόμενον. ταῦτα κατηγορεῖν τῶν 1.1.268 Ἰουδαίων οὐκ ἔχομεν. εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν δυνηθέντες, πόσον ἐνδεῖ τῷ μεγέθει τοῦ μονογενοῦς θεοῦ πρὸς τὴν τελείωσιν, οὗ μὴ προσόντος ἐν τῷ μικρο τέρῳ τε καὶ ἀτελεῖ θεωρεῖται. καὶ πολλὰ ἕτερα τὰ μὲν ἐκ τοῦ προφανοῦς ὁμολογοῦντες τὰ δὲ κατὰ τὸ λανθάνον κατα σκευάζοντες, ἐμμελέτημα τῆς πονηρίας αὐτῶν τὴν ὁμολο 1.1.269 γίαν τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐποιήσαντο. πῶς οὖν οὐκ ἐλεεινότεροι τῆς Ἰουδαϊκῆς κατακρίσεως, εἴπερ τὰ μηδέποτε παρ' ἐκείνων τετολμημένα προδήλως οὕτω παρὰ τούτων κατασκευάζεται; ὁ γὰρ ἐλαττῶν τὴν οὐσίαν τοῦ μονογενοῦς καὶ τοῦ ἁγίου πνεύματος, ὡς μὲν ἁπλῶς εἰπεῖν ἢ ἀκοῦσαι, μικρὸν ἀσεβεῖν ἴσως δοκεῖ· εἰ δέ τις ἀκριβῶς τὸν λόγον κατεξετάσειεν, εἰς αὐτὸ τὸ κεφάλαιον βλασφημῶν ἐλεγχθήσεται. οὑτωσὶ δὲ σκοπήσωμεν· καί μοι συγκεχω ρήσθω διδασκαλίας χάριν καὶ σαφηνείας τοῦ παρὰ τῶν ἐναντίων κατασκευαζομένου ψεύδους ἐπὶ τὴν ἔκθεσιν τῶν ἡμετέρων ὑπολήψεων τὸν λόγον προάγοντι. 1.1.270 Πάντων τῶν ὄντων ἡ ἀνωτάτω διαίρεσις εἴς τε τὸ νοητὸν καὶ τὸ αἰσθητὸν τὴν τομὴν ἔχει. καὶ ἡ μὲν αἰσθητὴ φύσις γενικῶς ὑπὸ τοῦ ἀποστόλου ὁρατὴ κατωνόμασται· ἐπειδὴ γὰρ πᾶν σῶμα ἐν χρώματι, τούτου δὲ ἡ ὅρασις τὴν ἀντίληψιν ἔχει, καταλιπὼν τὰς ὑπολοίπους ποιότητας, ὅσαι οὐσιωδῶς συμπεφύκασιν, ἐκ τοῦ προχείρου κατὰ τὴν αἴσθησιν 1.1.271 ὁρατὴν προσηγόρευσε. τῆς δὲ νοητῆς φύσεως πάσης ὄνομα μὲν κοινόν ἐστι, καθώς φησιν ὁ ἀπόστολος, τὸ ἀόρατον· τῇ γὰρ ὑπεξαιρέσει τῆς αἰσθητικῆς καταλήψεως ἐπὶ τὸ ἀσώματόν τε καὶ νοητὸν χειραγωγεῖ τὴν διάνοιαν. ὁ δὲ λόγος εἰς δύο τέμνει καὶ ταύτης τὴν ἔννοιαν. ἡ μὲν γὰρ ἄκτιστος ἡ δὲ κτιστὴ ὑπὸ τῆς ἀκολουθίας καταλαμβά νεται, ἄκτιστος μὲν ἡ ποιητικὴ τῆς κτίσεως, κτιστὴ δὲ ἡ διὰ τῆς ἀκτίστου φύσεως τὴν αἰτίαν καὶ τὴν δύναμιν τοῦ 1.1.272 εἶναι ἔχουσα. ἐν μὲν οὖν τοῖς αἰσθητοῖς ἐστι πάντα, ὅσα διὰ τῶν τοῦ σώματος αἰσθητηρίων καταλαμβάνομεν, ἐφ' ὧν αἱ τῶν ποιοτήτων διαφοραὶ τὸν τοῦ μείζονός τε καὶ ἐλάττονος ἐπιδέχονται λόγον, κατὰ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὰς λοιπὰς ἰδιότητας τῆς διαφορᾶς ἐν τούτοις θεωρου μένης. 1.1.273 Ἐπὶ δὲ τῆς νοητῆς φύσεως, τῆς ἐν τῇ κτίσει λέγω, ὁ μὲν τοιοῦτος τῆς διαφορᾶς λόγος, οἷος ἐπὶ τῶν αἰσθητῶν κατελήφθη, χώραν οὐκ ἔχει, ἕτερος δέ τις εὑρίσκεται τρόπος τὴν τοῦ μείζονος πρὸς τὸ ἔλαττον διαφορὰν ἐξευρίσκων. 1.1.274 ἐπειδὴ γὰρ παντὸς ἀγαθοῦ πηγὴ καὶ ἀρχὴ καὶ χορηγία ἐν τῇ ἀκτίστῳ θεωρεῖται φύσει, πᾶσα δὲ πρὸς ἐκεῖνο νέ νευκεν ἡ κτίσις, διὰ τῆς κοινωνίας τοῦ πρώτου ἀγαθοῦ τῆς ὑψηλῆς φύσεως ἐφαπτομένη τε καὶ μετέχουσα, ἐξ