1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

38

καλάμην καὶ χόρτον τὴν πονηρὰν οἰκοδομὴν ὀνομάζει, διότι τὰ τοιαῦτα οἰκοδομήματα ἐν τῷ τῆς κρίσεως καιρῷ πῦρ γίνεται, καὶ τὸ ἄχυρόν φησιν ἡ τοῦ εὐαγγελίου φωνὴ πυρὶ ἑτοιμάζεσθαι, καὶ τὴν ἄκαρπον κλημα τίδα μόνῳ εὔθετον τῷ πυρὶ ἀπεφήνατο, δῆλον ἂν εἴη, ὅτι ξύλα ἐστὶν εἰς πυρὸς παρασκευὴν συναγόμενα τὰ μάταια τοῦ βίου ἐπιτηδεύματα, καὶ οὗτός ἐστιν ὁ ἐν καιρῷ τοῖς λίθοις βαλλόμενος, ὅνπερ τὸν εἰς τὰ κακὰ ῥέποντα λογισμόν τις νοήσας οὐκ ἂν ἁμάρτοι τοῦ δέοντος. χρὴ δὲ πάντως νοεῖν, ὅτι οἱ ἀναιρετικοὶ τῆς κακίας λογισμοὶ οὗτοί εἰσιν οἱ λίθοι οἱ εὐστόχως ὑπὸ τοῦ ἐκκλησιαστοῦ σφενδονώμενοι, οὓς ἀεὶ καὶ πέμπεσθαι χρὴ καὶ συνάγεσθαι· πέμπεσθαι μὲν εἰς καθαίρεσιν τοῦ κατὰ τῆς ἡμετέρας ζωῆς ὑψουμένου, συνάγε σθαι δὲ εἰς τὸ ἀεὶ πλήρη τὸν τῆς ψυχῆς εἶναι κόλπον τῶν τοιούτων παρασκευῶν, ὥστε πρόχειρον εἶναι κατὰ τοῦ ἐχθροῦ τὴν βολήν, εἴποτε ἄλλως τὴν καθ' ἡμῶν ἐπιβουλὴν ἐννοήσειεν. πόθεν οὖν συναγάγωμεν λίθους, οἷς τὸν ἐχθρὸν καταλεύσομεν; ἤκουσα τῆς προφητείας εἰπούσης· Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. οὗτοι δ' ἂν εἶεν οἱ ἀπὸ τῆς θεοπνεύστου γραφῆς εἰς 5.397 ἡμᾶς κατιόντες λόγοι, οὓς χρὴ συνάγειν ἐν τῷ τῆς ψυχῆς κόλπῳ, ἵν' ἐν καιρῷ κατὰ τῶν λυπούντων χρησώμεθα, ὧν ἡ βολὴ καὶ ἀναιρεῖ τὸν πολέμιον καὶ τῆς τοῦ βάλλοντος δεξιᾶς οὐ χωρίζεται. ὁ γὰρ τῷ λίθῳ τῆς σωφροσύνης κατα βαλὼν τὸν ἀκόλαστον λογισμὸν τὸν διὰ τῶν ἡδονῶν τὰς τοῦ πυρὸς ὕλας φρυγανιζόμενον κἀκεῖνον τῇ βολῇ κατηγωνίσατο καὶ διὰ χειρὸς ἀεὶ φέρει τὸ ὅπλον. οὕτως καὶ ἡ δικαιοσύνη λίθος κατὰ τῆς ἀδικίας γίνεται κἀκείνην ἀναιρεῖ καὶ ἐν τῷ κόλπῳ τοῦ προεμένου φυλάσσεται. κατὰ τὸν αὐτὸν τρόπον πάντα τὰ πρὸς τὸ κρεῖττον νοούμενα ἀναιρετικὰ τῶν χειρόνων γίνεται καὶ τοῦ κατορθοῦντος τὴν ἀρετὴν οὐ χωρίζεται. οὕτως ἔστιν, κατά γε τὸν ἡμέτερον λόγον, ἐν καιρῷ βαλεῖν τοὺς λίθους καὶ ἐν καιρῷ συναγαγεῖν λίθους, ὥστε καὶ ἀεὶ πέμπειν τὰς ἀγαθὰς βολὰς ἐπὶ τὸ καταλεύειν τὰ χείρονα καὶ μηδέποτε ἡμᾶς ἐπιλείπειν τῶν τοιούτων ὅπλων τὴν ἀφθονίαν. Ἡ δὲ ἐφεξῆς κατὰ τὸ ἀκόλουθον ἐγκειμένη ῥῆσις περιλήψεώς τινος καιρὸν καὶ ἀκαιρίαν ὁρίζεται· ἔχει δὲ ἡ λέξις οὕτως· Καιρὸς τοῦ περιλαβεῖν καὶ καιρὸς τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως. ταῦτα δὲ οὐκ ἂν ἄλλως γένοιτο ἡμῖν καταφανῆ τὰ νοήματα μὴ τῆς λέξεως πρότερον διὰ τῆς γραφῆς νοηθείσης, 5.398 ὥστε γενέσθαι δῆλον ἡμῖν, ἐπὶ τίνος οἶδεν ὁ θεόπνευστος λόγος τῇ φωνῇ κεχρῆσθαι τῆς περιλήψεως. ὁ μὲν οὖν μέγας ∆αβὶδ διὰ ψαλμῳδίας ἡμῖν ἐμβοᾷ λέγων· Κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν, αὐτὸς δὲ οὗτος ὁ Σολομών, ὅτε τὴν ἐνδιάθετον ἐποίει συζυγίαν τοῦ ἐρωτικῶς πρὸς τὴν Σοφίαν διατεθέντος, τά τε ἄλλα φησί, δι' ὧν γίνεται ἡμῖν ἡ πρὸς τὴν ἀρετὴν συνάφεια, καὶ τοῦτο ἐπάγει· Τίμησον αὐτήν, ἵνα σε περιλάβῃ. εἰ οὖν ∆αβὶδ μὲν τὴν Σιὼν ἡμᾶς περιλαμβάνειν διακελεύεται, Σολομὼν δὲ τοὺς τετιμηκότας τὴν Σοφίαν παρ' αὐτῆς εἶπε περιλαμβάνεσθαι, τάχα τῆς προσηκούσης ἐννοίας οὐχ ἁμαρτάνομεν μαθόντες τὸ πρᾶγμα, οὗ εὔκαιρός ἐστιν ἡ περίληψις. τὸ γὰρ Σιὼν ὄρος ἐστὶ τῆς Ἱεροσολύμων Ἄκρας ὑπερφαινόμενον. ὁ οὖν ταύτην σε περιλαμβάνειν προτρεπό μενος τῇ ὑψηλῇ πολιτείᾳ συμφυῆναι παρακελεύεται, ὥστε εἰς αὐτὴν φθάσαι τῶν ἀρετῶν τὴν ἀκρόπολιν, ἣν τῷ ὀνόματι Σιὼν παραδηλοῖ δι' αἰνίγματος· ὁ δὲ τῇ σοφίᾳ σε συνοικίζων 5.399 τὴν παρ' ἐκείνης ἐσομένην περίληψίν σοι εὐαγγελίζεται. οὐκοῦν καιρός ἐστι τὴν Σιὼν περιλαμβάνειν καὶ ὑπὸ τῆς Σοφίας περιλαμβάνεσθαι, τοῦ μὲν ὀνόματος Σιὼν τὸ ὑψηλὸν τῆς πολιτείας ἐνδεικνυμένου, τῆς δὲ Σοφίας πᾶσαν ἀπὸ μέρους τὴν ἀρετὴν δι' ἑαυτῆς σημαινούσης. εἰ τοίνυν ἐγνώκα μεν διὰ τῶν εἰρημένων τὸ τῆς περιλήψεως εὔκαιρον, διὰ τῶν αὐτῶν ἐδιδάχθημεν, τίνων ὁ χωρισμὸς τῆς συμφυΐας ἐστὶ λυσιτελέστερος. Καιρὸς γάρ, φησί, τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως. ὁ πρὸς τὴν ἀρετὴν οἰκειωθεὶς τῆς πρὸς τὴν κακίαν σχέσεως ἠλλοτρίωται. τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος ἢ Χριστῷ πρὸς Βελιάρ; ἢ πῶς δυνατόν ἐστι δυσὶ κυρίοις ἐναντίοις δουλεύοντα εὔνουν ἀμφοτέροις γενέσθαι; ἡ γὰρ