1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

39

κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου, τοῦ λαβεῖν αὐτήν; ἀλλὰ τί λέγει ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατὰ ἐκλογὴν χάριτος γέγονεν». 2.3.47 ∆ιὰ τούτων γὰρ ὁ ἀπόστολος σαφῶς ἐπὶ τῇ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποπτώσει ἑαυτὸν καὶ τοὺς αὐτῷ παραπλησίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς τοῦ σωτῆρος ἡμῶν πάντας τε τοὺς ἔτι καὶ νῦν ἐξ Ἰουδαίων εἰς τὸν Χριστὸν πιστεύσαντας τὸ σπέρμα εἶναι διασαφεῖ τὸ ὑπὸ τοῦ προφήτου ὠνομασμένον κατὰ τὸ «εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα». τοῦτο δὲ εἶναι καὶ τὸ ἐν ταῖς λοιπαῖς προφητείαις δηλούμενον ὑπόλειμμα τοῦ παντός, ὅπερ φησὶν «κατ' ἐκλογὴν χάριτος» πεφυλάχθαι. 2.3.48 περὶ οὗ ὑπολείμματος φέρε πάλιν τὰ ἀπὸ τῶν προφητῶν ἐξαπλώσωμεν, ὡς ἂν παρασταίη διὰ πλειόνων, ὅτι μὴ ἀδιακρίτως παντὶ τῷ Ἰουδαίων ἔθνει τὴν τοῦ Χριστοῦ παρουσίαν σωτήριον ἔσεσθαι ὑπέσχετο ὁ θεὸς ἀλλ' ὀλίγοις καὶ κομιδῆ σπανίοις, τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκόσιν, ὥσπερ οὖν καὶ τὸ ἔργον ἀκολούθως ταῖς προρρήσεσιν ἐπηκολούθησεν. λϛʹ. 2.3.49 Ἀπὸ τοῦ Ἡσαΐου. «Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶνπυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». 2.3.50 Ἀρχόμενος ὁ μέγας καὶ θαυμάσιος προφήτης τῆς οἰκείας βίβλου τὴν πᾶσαν τῆς προφητείας ὑπόθεσιν «κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἱερουσαλὴμ ὅρασιν» καὶ θεωρίαν περιέχειν διδάσκει, ἔπειτα τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπελέγχει, πρῶτα μὲν λέγων· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν». 2.3.51 εἶτα τὸ πᾶν ἔθνος ταλανίζων ἐπιφέρει· «οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι». 2.3.52 τούτοις ἐν ἀρχῇ τῆς βίβλου κατ' αὐτῶν χρησάμενος τοῖς ἐλέγχοις, καὶ προδιδάξας τὰς αἰτίας τῆς μελλούσης ἐπιφέρεσθαι κατ' αὐτῶν προρρήσεως, ἑξῆς ἀπάρχεται φάσκων· «ἡ γῆ ὑμῶν ἔρημος», μὴ οὔσης ἐρήμου καθ' οὓς προεφήτευε χρόνους, «αἱ πόλεις ὑμῶν πυρίκαυστοι», μηδὲ τούτου πω γεγενημένου. ἀλλ' οὐδὲ τὴν χώραν αὐτῶν τότε ἤσθιον ἀλλότριοι, καὶ ὅμως φησὶν «τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν», καὶ τὰ ἑξῆς. 2.3.53 εἰ οὖν ἐπὶ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετέλθοις παρουσίαν καὶ τοὺς ἐξ ἐκείνου καὶ εἰς δεῦρο χρόνους, πάντα ἂν εὕροις τὰ εἰρημένα πληρούμενα. «ἥ τε γὰρ θυγάτηρ Σιών» αὕτη δὲ ἦν ἡ ἐπὶ ὄρους τοῦ καλουμένου Σιὼν ἐπιτελουμένη θρησκεία ἀπὸ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν παρουσίας ἐγκαταλέλειπται «ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ», καὶ εἴ τι τούτων ἐρημότερον· «τήν τε χώραν αὐτῶν ἀλλότριοι ἐνώπιον αὐτῶν κατεσθίουσι», τοτὲ μὲν δασμοὺς καὶ φόρους αὐτοὺς εἰσπραττόμενοι, τοτὲ δὲ ἴδιον ἑαυτῶν κτῆμα τὴν πάλαι τῶν Ἰουδαίων γῆν πεποιημένοι· ἀλλὰ καὶ τὸ ἱερὸν τὸ εὐπρεπὲς τῆς μητροπόλεως αὐτῶν ἠρείπωται «κατεστραμμένον ὑπὸ λαῶν ἀλλοτρίων», «αἵ τε πόλεις» αὐτῶν «πυρίκαυστοι» γεγόνασι, καὶ γέγονεν Ἱερουσαλὴμ ἀληθῶς «πόλις πολιορκουμένη». 2.3.54 Ἀλλ' ἐπεὶ τούτων περὶ αὐτοὺς συμβεβηκότων ὁ τῶν ἀποστόλων χορὸς οἵ τε ἐξ Ἑβραίων εἰς τὸν Χριστὸν πεπιστευκότες γονίμου δίκην σπέρματος ἐξ αὐτῶν ἐκείνων διεφυλάχθησαν, καθ' ὅλης τε τῆς οἰκουμένης καὶ εἰς πᾶν γένος ἀνθρώπων διελθόντες πᾶσαν πόλιν καὶ τόπον καὶ χώραν τοῦ οἰκείου καὶ Ἰσραηλιτικοῦ σπόρου κατέπλησαν, ὥστε ἐξ αὐτῶν στάχυς τὰς ἐπ' ὀνόματος τοῦ σωτῆρος ἡμῶν ὑποστάσας ἐκκλησίας φῦναι, εἰκότως ὁ θεῖος προφήτης ἐπιλέγει ταῖς προαποφανθείσαις κατ'