39
ἀνάγκης κατὰ τὴν ἀναλογίαν τῆς τῶν ὑψηλῶν μετουσίας τῶν μὲν πλειόνως τῶν δὲ ἐλαττόνως κατὰ τὸ αὐτεξούσιον τῆς προ αιρέσεως μεταλαμβανόντων, τὸ πλέον καὶ τὸ ἧττον ἐν τῇ 1.1.275 κτίσει γνωρίζεται ἀναλόγως τῆς ἑκάστου ὁρμῆς. τῆς γὰρ φύσεως τῆς ἐν τῇ κτίσει νοουμένης ἐν μεθορίῳ τῶν ἀγα θῶν καὶ τῶν ἐναντίων ἑστώσης, ὡς δεκτικὴν ἑκατέρων εἶναι κατ' ἐξουσίαν, τοῖς κατὰ γνώμην προσκλινομένην, καθὼς παρὰ τῆς γραφῆς μεμαθήκαμεν, πρὸς λόγον τῆς τε τῶν χειρόνων ἀποστάσεως καὶ τοῦ προσεγγισμοῦ τῶν καλῶν τὸ πλέον καὶ τὸ ἔλαττον λέγειν ἐν τῷ κατ' ἀρετὴν ὑπερέχοντι 1.1.276 χώραν ἔχει. ἡ δὲ ἄκτιστος φύσις τῆς μὲν τοιαύτης δια φορᾶς πόρρωθεν ἄπεστιν, ἅτε οὐκ ἐπίκτητον ἔχουσα τὸ ἀγαθὸν οὐδὲ κατὰ μετοχὴν ὑπερκειμένου τινὸς καλοῦ τὸ καλὸν ἐν ἑαυτῇ δεχομένη, ἀλλ' αὐτὸ ὅπερ ἐστὶ τῇ φύσει ἀγαθὸν οὖσα καὶ ἀγαθὸν νοουμένη καὶ ἀγαθοῦ πηγὴ ἁπλῆ τε καὶ μονοειδὴς καὶ ἀσύνθετος καὶ ὑπὸ τῶν μαχομένων 1.1.277 ἡμῖν μαρτυρουμένη. διαφορὰν δὲ πρὸς ἑαυτὴν ἔχει τῷ μεγαλείῳ τῆς φύσεως πρέπουσαν, οὐ πρὸς τὸ μεῖζον καὶ ἔλαττον θεωρουμένην, ὡς ὁ Εὐνόμιος οἴεται· ὁ γὰρ τὴν περὶ τοῦ ἀγαθοῦ ἔννοιαν ἐλαττῶν ἔν τινι τῶν ἐν τῇ ἁγίᾳ τριάδι πεπιστευμένων μεμίχθαι τι τῆς ἐναντίας ἕξεως τῷ κατὰ τὸ ἀγαθὸν ὑστερουμένῳ πάντως παρασκευάσει, ὅπερ οὔτε ἐπὶ τοῦ μονογενοῦς οὔτε ἐπὶ τοῦ ἁγίου πνεύματος εὐσεβές ἐστι λογίζεσθαι· ἀλλ' ἐν ἄκρᾳ τῇ τελειότητι καὶ ἐν ἀκαταλήπτῳ τῇ ὑπεροχῇ θεωρουμένη, τοῖς ἐνυπάρχουσιν ἑκάστῃ τῶν ὑποστάσεων ἰδιώμασιν ἀσύγχυτον καὶ διακεκρι μένην τὴν διαφορὰν ἔχει, ἐν μὲν τῇ κατὰ τὸ ἄκτιστον κοι νωνίᾳ τὸ ἀπαράλλακτον ἔχουσα, ἐν δὲ τοῖς ἐξαιρέτοις τῶν ἰδιωμάτων ἑκάστου τὸ ἀκοινώνητον. 1.1.278 Ἡ γὰρ ἐπιθεωρουμένη ἑκάστῃ τῶν ὑποστάσεων ἰδιότης τρανῶς καὶ καθαρῶς τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου διΐστησιν. οἷον ὁ πατὴρ ἄκτιστος εἶναι ὁμολογεῖται καὶ ἀγέννητος· οὔτε γὰρ γεγέννηται οὔτε ἔκτισται· τοῦτο οὖν τὸ ἄκτι στον κοινὸν αὐτῷ πρὸς τὸν υἱόν ἐστι καὶ τὸ πνεῦμα τὸ ἅγιον. ἀλλὰ καὶ ἀγέννητος καὶ πατήρ· τοῦτο ἴδιόν τε καὶ ἀκοινώνητον, ὅπερ ἐν οὐδενὶ τῶν ὑπολοίπων κατα 1.1.279 λαμβάνεται. ὁ δὲ υἱὸς κατὰ τὸ ἄκτιστον τῷ πατρὶ καὶ τῷ πνεύματι συναπτόμενος ἐν τῷ υἱὸς καὶ μονογενὴς εἶναί τε καὶ ὀνομάζεσθαι τὸ ἰδιάζον ἔχει, ὅπερ οὔτε τοῦ ἐπὶ πάντων θεοῦ οὔτε τοῦ πνεύματος τοῦ ἁγίου ἐστί. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐν τῷ ἀκτίστῳ τῆς φύσεως τὴν κοι νωνίαν ἔχον πρὸς υἱὸν καὶ πατέρα τοῖς ἰδίοις πάλιν γνω ρίσμασιν ἀπ' αὐτῶν διακρίνεται. γνώρισμα γὰρ αὐτοῦ καὶ σημεῖόν ἐστιν ἰδιαίτατον τὸ μηδὲν ἐκείνων εἶναι, ἅπερ 1.1.280 ἰδίως τῷ πατρὶ καὶ τῷ υἱῷ ὁ λόγος ἐνεθεώρησε. τὸ γὰρ μήτε ἀγεννήτως εἶναι μήτε μονογενῶς, εἶναι δὲ ὅλως, τὴν ἐξαίρετον αὐτοῦ ἰδιότητα πρὸς τὰ προειρημένα παρίστησιν. τῷ γὰρ πατρὶ κατὰ τὸ ἄκτιστον συναπτόμενον πάλιν ἀπ' αὐτοῦ τῷ μὴ πατὴρ εἶναι καθάπερ ἐκεῖνος διαχωρίζεται. τῆς δὲ πρὸς τὸν υἱὸν κατὰ τὸ ἄκτιστον συναφείας [καὶ ἐν τῷ τὴν αἰτίαν τῆς ὑπάρξεως ἐκ τοῦ θεοῦ τῶν ὅλων ἔχειν] ἀφίσταται πάλιν τῷ ἰδιάζοντι, ἐν τῷ μήτε μονογενῶς ἐκ τοῦ πατρὸς ὑποστῆναι καὶ ἐν τῷ δι' αὐτοῦ τοῦ υἱοῦ πεφη νέναι. πάλιν δὲ τῆς κτίσεως διὰ τοῦ μονογενοῦς ὑποστάσης, ὡς ἂν μὴ κοινότητά τινα πρὸς ταύτην ἔχειν νομισθῇ τὸ πνεῦμα ἐκ τοῦ διὰ τοῦ υἱοῦ πεφηνέναι, ἐν τῷ ἀτρέπτῳ καὶ ἀναλλοιώτῳ καὶ ἀπροσδεεῖ τῆς ἑτέρωθεν ἀγαθότητος δια 1.1.281 κρίνεται τὸ πνεῦμα ἀπὸ τῆς κτίσεως. τὸ γὰρ ἄτρεπτον ἡ κτίσις ἐν τῇ φύσει οὐκ ἔχει, καθώς φησιν ἡ γραφὴ τοῦ ἑωσφόρου τὴν πτῶσιν διηγουμένη, περὶ οὗ καὶ ὁ κύριος ἀποκαλύπτων τοῖς μαθηταῖς τὰ μυστήρια ἔλεγεν· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ. δι' ὧν δὲ τῆς κτίσεως ἀφίσταται, διὰ τῶν αὐτῶν τούτων πρὸς τὸν πατέρα τε καὶ υἱὸν ἔχει τὴν οἰκειότητα. εἷς γὰρ καὶ ὁ αὐτὸς ἐπὶ τῶν κατὰ φύσιν ἀνεπιδέκτων τοῦ χείρονος ὁ τοῦ ἀτρέπτου καὶ ἀναλλοιώτου λόγος. 1.1.282 Τούτων δὲ ἡμῖν οὕτω προειρημένων καιρὸς ἂν εἴη λοιπὸν καὶ τὸν τῶν ἐναντίων κατεξετάσαι λόγον. 20ἀνάγκη20 φησὶ 20μείζους τε καὶ ἐλάττους τὰς οὐσίας εἶναι20 ἐν τῇ περὶ τοῦ υἱοῦ