40
καὶ τοῦ ἁγίου πνεύματος τεχνολογίᾳ. σκοπήσωμεν τοίνυν κατὰ τίνα διάνοιαν ἐπινοεῖ τῆς τοιαύτης διαφορᾶς τὴν ἀνάγκην, πότερον σωματικῆς τινος γενομένης τῆς πρὸς ἄλληλα τῶν παραμετρουμένων συγκρίσεως ἢ κατὰ τὸ νοητὸν ἐν τῷ κατ' ἀρετὴν ὑπερβάλλοντι καὶ ἐνδέοντι 1.1.283 θεωρουμένης ἢ κατὰ τὴν οὐσίαν αὐτήν. ἀλλ' ἐπὶ μὲν τῆς οὐσίας ἐδείχθη παρὰ τῶν τὰ τοιαῦτα φιλοσοφεῖν εἰδότων μηδεμίαν δύνασθαι διαφορὰν ἐννοῆσαι, ἐάν τις αὐτὴν ψι λώσας καὶ ἀπογυμνώσας τῶν ἐπιθεωρουμένων ποιοτήτων τε καὶ ἰδιωμάτων αὐτὴν ἐφ' ἑαυτῆς ἐξετάζῃ κατὰ τὸν τοῦ εἶναι λόγον. ἐπιτάσει δὲ καὶ ὑφέσει τῆς ἀρετῆς τὴν τοι αύτην διαφορὰν ἐννοεῖν περὶ τοῦ μονογενοῦς καὶ τοῦ πνεύ ματος καὶ διὰ τοῦτο μεταπτωτὴν ἀναγκαίως ἐφ' ἑκάτερα τὴν φύσιν αὐτῶν ὑποτίθεσθαι ὡς δεκτικὴν οὖσαν ἐπ' ἴσης τῶν ἐναντίων καὶ ἐν μεθορίῳ καλοῦ τε καὶ τοῦ ἐναντίου 1.1.284 κειμένην, τῆς ἐσχάτης ἀσεβείας ἐστίν. ἄλλο γάρ τι εἶναι αὐτὴν κατὰ τὸν ἴδιον λόγον καὶ ἄλλο τι γίνεσθαι τῇ μετ ουσίᾳ τοῦ καλοῦ καὶ τοῦ χείρονος ὁ ταῦτα λέγων κατα σκευάσει. οἷον ἐπὶ τοῦ σιδήρου συμβαίνει, ὃς ἐπὶ πλέον μὲν τοῦ πυρὸς καθομιλήσας τὴν ποιότητα τοῦ θερμοῦ ὑπο δύεται, μένων ἐν τῷ σίδηρος εἶναι, εἰ δὲ ἐν χιόνι γένοιτο ἢ κρυστάλλῳ, μεταβάλλει πρὸς τὸ ἐπικρατοῦν τὴν ποιότητα, τὸ ψυχρὸν τῆς χιόνος τοῖς ἰδίοις μορίοις ἀναδεξάμενος. 1.1.285 Ὥσπερ οὖν οὐκ ἐκ τῆς ἐπιθεωρουμένης τῷ σιδήρῳ ποιότητος τὴν ὕλην προσαγορεύομεν (οὐ γὰρ πῦρ αὐτὸν ἢ κρύσταλλον ὀνομάζομεν τὸν ἑνὶ τούτων πεποιωμένον), οὕτως εἰ δοθείη κατὰ τὸν τῶν ἀσεβῶν λόγον ἐπὶ τῆς ζωοποιοῦ δυνάμεως μὴ κατ' οὐσίαν ἐνυπάρχειν αὐτῇ τὸ ἀγαθόν, ἀλλ' ἐκ μετουσίας προσγίνεσθαι, οὐκέτι ἐκ τῆς τοῦ ἀγαθοῦ προσηγορίας κυρίως ὀνομασθήσεται, ἀλλά τι ἕτερον ἐννοεῖν ἡ τοιαύτη ὑπόληψις ἀναγκάσει, ὡς μήτε ἀϊδίως αὐτῇ τὸ ἀγαθὸν ἐνθεωρεῖσθαι μήτε αὐτὸ ὅπερ ἐστὶν ἐν τῇ τοῦ ἀγα θοῦ φύσει καταλαμβάνεσθαι, ἀλλ' ὡς καὶ ποτὲ μὴ ὂν ἐν 1.1.286 αὐτῇ τὸ ἀγαθὸν καὶ ποτὲ μὴ ἐσόμενον. εἰ γὰρ τῷ μετέ χειν τοῦ κρείττονος ἀγαθὰ γίνεται, δῆλον ὅτι πρὸ τῆς μετου σίας τοιαῦτα οὐκ ἦν, καὶ εἰ ἄλλο τι ὄντα τῇ παρουσίᾳ τοῦ ἀγαθοῦ ἐπεχρώσθη, πάντως κἂν μονωθῇ τούτου, ἄλλο τι παρὰ τὸ ἀγαθὸν νοηθήσεται· καὶ ἐὰν τοῦτο κρατήσῃ, οὐ μᾶλλον ἀγαθῶν παρεκτικὴ ἡ θεία φύσις καταληφθήσεται 1.1.287 ἢ καὶ αὐτὴ προσδεομένη τοῦ ἀγαθύνοντος. πῶς γὰρ ἄν τις ἑτέρῳ παράσχοι τὸ ὃ μὴ αὐτὸς ἔχει; εἰ μὲν οὖν τελείως ἔχει, οὐδεμίαν ὕφεσιν ἐπὶ τῆς τελειότητος ἐννοήσομεν, καὶ μάταιος ὁ κατασκευάζων ἐν τῷ τελείῳ τὸ ἔλαττον. εἰ δὲ ἀτελὴς ἐν αὐτοῖς ἡ τοῦ ἀγαθοῦ μετουσία νομίζεται καὶ κατὰ τοῦτο τὸ ἔλαττον λέγουσι, σκόπησον τὴν ἀκολουθίαν, ὅτι τὸ οὕτως ἔχον οὐχὶ τὸ ὑποδεέστερον εὐεργετήσει, ἀλλ' ὅπως τὸ ἑαυτῷ ἐνδέον ἀναπληρώσῃ τὴν σπουδὴν ἕξει· ὥστε ψευδὴς κατ' αὐτοὺς καὶ τῆς προνοίας ὁ λόγος καὶ τῆς κρίσεως καὶ τῆς οἰκονομίας καὶ πάντων τῶν παρὰ τοῦ μονογενοῦς γεγε νῆσθαι καὶ εἰσαεὶ γίνεσθαι πεπιστευμένων, ἐν τῇ περὶ τὸ ἴδιον ἀγαθὸν ἐπιμελείᾳ κατὰ τὸ εἰκὸς ἀσχολουμένου καὶ τὴν τοῦ παντὸς ἐπιστασίαν διαφιέντος. 1.1.288 Εἰ γὰρ αὕτη κρατήσειεν ἡ ὑπόνοια, τὸ μὴ τετελειῶσθαι τὸν κύριον ἐν παντὶ ἀγαθῷ, οὐκέτι δύσκολον συνιδεῖν, εἰς ὅ τι καταστρέφει ἡ βλασφημία. ὄντως γὰρ τῶν τοιούτων μα ταία μὲν ἡ πίστις, κενὸν δὲ τὸ κήρυγμα, ἀνυπόστατοι δὲ αἱ ἐλπίδες, αἳ διὰ τῆς πίστεως τὴν ὑπόστασιν ἔχουσι. τί γὰρ βαπτίζονται εἰς Χριστόν, ᾧ μὴ ἰδία δύναμις ἀγαθωσύνης; 1.1.289 ἀπίτω δὲ τοῦ στόματός μου τὸ βλάσφημον. τί δὲ πι στεύουσιν εἰς τὸ πνεῦμα τὸ ἅγιον, εἰ τὰ αὐτὰ καὶ περὶ τούτου λογίζονται; πῶς δὲ ἀπὸ τῆς φθαρτῆς γεννήσεως διὰ τοῦ βαπτίσματος ἀναγεννῶνται, οὐδὲ τῆς ἀναγεννώσης αὐ τοὺς δυνάμεως τὸ ἄπτωτον καὶ τὸ ἀπροσδεὲς φυσικῶς καθὼς οἴονται κεκτημένης; πῶς δὲ μετασχηματίζεται τὸ σῶμα τῆς ταπεινώσεως αὐτῶν, ὅταν αὐτὸν τὸν μετασχη ματίζοντα τῆς πρὸς τὸ κρεῖττον ἀλλοιώσεως ἐπιδεῖσθαι νομί ζωσιν, ἄλλου πάλιν τοῦ καὶ αὐτὸν μετασχηματίζοντος προσ 1.1.290 δεόμενον; ἕως γὰρ ἂν ἐν τῷ ἐλάττονι ᾖ, διὰ τὸ ἀγαθὸν τῆς φύσεως τοῦ ὑπερκειμένου ἄπαυστόν τινα πρὸς ἑαυτὸ τὴν ὁλκὴν