1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

40

Ἡσαΐας ἐν τῷ καθαρσίῳ τοῦ θείου ἄνθρακος πᾶν ῥυπαρὸν καὶ ῥῆμα καὶ νόημα· διὰ τοῦτο ἐπληρώθη τοῦ ἁγίου πνεύμα τος. ἀπόλλυσι πᾶς ἐν τῇ μεταλήψει τοῦ κρείττονος πᾶν τὸ πρὸς τὸ ἐναντίον νοούμενον. οὕτως ὁ σώφρων τὴν ἀκολασίαν ἀπόλλυσι, τὴν ἀδικίαν ὁ δίκαιος, τὴν ὑπερηφανίαν ὁ μέτριος, ὁ εὔνους τὸν φθόνον, ὁ ἀγαπητικὸς τὴν ἀπέχθειαν. ὥσπερ γὰρ ὁ ἐν τῷ εὐαγγελίῳ τυφλὸς εὗρεν ὃ μὴ εἶχεν, ἐκ τοῦ ἀπολέσαι ὃ εἶχε· τῆς γὰρ τυφλότητος ἀφαιρεθείσης ἡ τοῦ 5.403 φωτὸς ἀντεισῆλθεν αὐγή· καὶ ἐπὶ τοῦ λεπροῦ τοῦ πάθους ἀφανισθέντος ἡ τῆς ὑγείας ἐπανέρχεται χάρις, καὶ ἐπὶ τῶν ἐκ θανάτου ἀνισταμένων ἡ νεκρότης τῇ παρουσίᾳ τῆς ζωῆς ὑπεχώρησεν· οὕτως καὶ ἐπὶ τῆς προκειμένης ἡμῖν φιλοσοφίας οὐκ ἔστι τι τῶν ὑψηλῶν κτήσασθαι μὴ τὴν περὶ τὰ γήϊνά τε καὶ ταπεινὰ σπουδὴν ἀπολέσαντας. ἐν γὰρ τῷ ταῦτα εὑρίσκειν ἀπόλλυται ἡμῖν τὰ προτιμότερα, καὶ τὸ ἔμπαλιν ἡ τούτων ἀπώλεια τῆς τῶν τιμίων εὑρέσεως πρόξενος γίνεται. ταῦτα παρὰ τῆς τοῦ κυρίου φωνῆς μεμαθήκαμεν· Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. τὸ γὰρ ἐν τοῖς κατὰ τὴν ὕλην σπουδαζομένοις τὴν ψυχὴν εὑρεθῆναι αἴτιον γίνεται τοῦ ἐν τοῖς ἀληθινοῖς ἀγαθοῖς αὐτὴν μὴ εὑρεθῆναι, καὶ τὸ ἔμπαλιν ἡ τούτων στέρησις καὶ ἀπώλεια τῶν ἐλπιζομένων ὕπαρξις γίνεται. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Καιρός, φησί, τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι. εἰ τοίνυν ἔγνωμεν, τί ἐστι τὸ ζητούμενον κέρδος, ὃ διὰ τοῦ ἀπολέσαι τὰ κακῶς κτηθέντα εὑρίσκεται, τὸ μὲν ζητήσωμεν, τὸ δὲ ἀπολέσωμεν· τὰ καλὰ ζητήσωμεν, τὰ κακὰ ἀπολέσωμεν. Καλῶς δὲ καὶ προσφυῶς τοῖς προεξητασμένοις καὶ ἡ ἀκολουθία τῶν γεγραμμένων ἐπάγεται. φησὶ γάρ· Καιρὸς τοῦ 5.404 φυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν. τί φυλάξαι; δηλονότι τὸ εὑρεθὲν ἡμῖν ἐκ τῆς ζητήσεως. τί ἐκβαλεῖν; ἐκεῖνο πάντως, οὗ ἡ ἀπώλεια λυσιτελεῖν ἐνομίσθη. ἐγένετό σοι νόημα δεξιόν, εἰσῆλθεν ἐπιθυμία τοῦ ἰδεῖν τὸν θεόν, ἐδίψησεν ἡ ψυχή σου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, πόθος ἐγένετό σοι τοῦ ἐν ταῖς αὐλαῖς τοῦ κυρίου γενέσθαι· αὐλαὶ δ' ἂν εἶεν τοῦ κυρίου, κατά γε τὸν ἐμὸν λόγον, αἱ ἀρεταί, αἷς ἐναυλίζεται ὁ λόγος καὶ πᾶς ὁ τῷ λόγῳ ἑπόμενος. ταῦτα φύλαξον, ὡς μὴ διαρρυῆναί σοι τὸν πλοῦτον τῶν καθαρῶν τῆς διανοίας κτημάτων. παρεισδύεταί τις λογισμὸς ἐναντίος, οἷόν τις λαθραῖος κλέπτης ἀφανισμὸν τῶν καθαρῶν νοημάτων ποιούμενος· ἐκβλητέος οὗτος καὶ ἀποπεμπτέος τῆς διανοίας. ἐν γὰρ τῷ ἐκεῖνον ἀπώσασθαι δι' ἀσφαλείας ἡμῖν ὁ τῶν ἀγαθῶν θησαυρὸς φυλαχθήσεται. εἰ δὲ μὴ ἐκβληθείη ὁ λυμαινόμενος, κέρδος οὐδὲν ἔσται τῆς κτήσεως, ἐν τῇ τῶν τοιχωρύχων ἐπιβουλῇ τῆς εὐπορίας ὑπορρεούσης. ἐπεὶ οὖν ἐδιδάχθημεν τὸν καιρὸν τοῦ ζητεῖν, Πᾶς δὲ ὁ ζητῶν εὑρίσκει, ὅπως ἂν τὸ εὑρεθὲν παραμείνειεν, ἀκριβῆ τινα τῷ θησαυρῷ τὴν φρουρὰν ἐπιστήσωμεν. Πάσῃ φυλακῇ, φησί, τήρει σὴν καρδίαν μετὰ τὸ εὑρεῖν τὸ ζητούμενον· μεῖζον γὰρ τοῦ εὑρεῖν τὸ φυλάξαι τὴν εὑρεθεῖσαν χάριν· οἷον εὗρεν ὁ προσελθὼν τῇ πίστει τὴν διὰ τοῦ λουτροῦ καθαρότητα, 5.405 ἀλλὰ μείζων ὁ πόνος ἐν τῷ φυλάξαι, ὃ ἔλαβεν, ἢ ἐν τῷ εὑρεῖν, ὃ οὐκ εἶχεν. ὥσπερ οὖν εἴπομεν μὴ χρόνῳ τινὶ τὴν τοῦ ζητεῖν εὐκαιρίαν περιορίζεσθαι, ἀλλὰ πάντα τὸν βίον ἕνα καιρὸν εἶναι τῆς ἀγαθῆς ἐκείνης ζητήσεως, οὕτως καὶ τὸν τῆς φυλακῆς καιρὸν πάσῃ τῇ ζωῇ μετρεῖσθαι ἀποφαινόμεθα, τὴν αὐτὴν φωνὴν τῆς προφητείας καὶ νῦν παραθέμενοι τὴν λέγουσαν· Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. ἐν τούτῳ γάρ ἐστι τὸ ἄσυλον τὴν ἀγαθὴν κτῆσιν ἡμῖν φυλάσσεσθαι ἐν τῷ τὸν θεὸν φύλακα τῶν ἡμετέρων ποιήσασθαι. ὅταν γὰρ οἱ ὀφθαλμοί μου ὦσι διὰ παντὸς πρὸς τὸν κύριον, τότε ἄπρακτοι γίνονται τοῦ ἀντικειμένου αἱ παγίδες, δι' ὧν ἐκεῖνος τῶν ἐν τῇ ψυχῇ τιμίων τὴν ἐπιβουλὴν τεχνάζεται. Μὴ δῷς, φησίν, εἰς σάλον τὸν πόδα σου, καὶ οὐ νυστάξει ὁ φυλάσσων σε. οὐκοῦν ἀκόλουθος ἡ παροῦσα ῥῆσις τῷ προάγοντι λόγῳ. ἐκεῖνος ἐκέλευσε ζητεῖν,