41
παράδεισος ὕδωρ μὴ ἔχων· καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων». 2.3.65 Περιγράψας δὲ ἐνταῦθα τὴν κατ' αὐτῶν πρόρρησιν, ὑποστολῇ χρῆται· ἐξ ἑτέρας δὲ ἀρχῆς δευτέρας ὑποθέσεως ἅπτεται, καὶ προοιμίῳ γε τῷ λεγομένῳ τοιῷδε χρῆται· «ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ»,ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλήμ». ἴσως τις ὑπολήψεται, περὶ ὧν τὰ σκυθρωπὰ προλαβὼν ἐθέσπισε, τούτων αὐτῶν πέρι τὰ χρηστότερα μεταβαλόντα λέγειν. 2.3.66 ἀλλ' οὐκ ἂν ταῦτα ἐπιτρέψειεν φάναι ἡ τῶν ἐπιφερομένων ἀκολουθία, ὑπὲρ μὲν τοῦ Ἰουδαίων ἔθνους ἢ ὑπὲρ τοῦ καλουμένου Ἰσραὴλ οὐδὲν οὐδὲ ὅλως χρηστὸν περιέχουσα, οὐδέ γε ὑπὲρ τῆς Ἰουδαίας οὐδὲ ὑπὲρ Ἱερουσαλήμ, τοὐναντίον δὲ μυρίας κατὰ τοῦ Ἰσραὴλ μέμψεις καὶ κατηγορίας, ἀπειλάς τε κατὰ τῆς Ἱερουσαλὴμ σκυθρωπάς, καὶ τὸ πᾶσι τοῖς ἔθνεσι σωτήριον, κλῆσιν καὶ γνῶσιν τοῦ ἐπὶ πάντων θεοῦ, θεσπίζουσα, καὶ ἔτι πρὸς τούτοις ὄρους ἐπιφάνειαν καινοῦ καὶ οἴκου θεοῦ ἑτέρου παρὰ τὸν ἐν Ἱερουσαλὴμ ἀνάδειξιν παριστᾶσα. 2.3.67 λέγει δ' οὖν μετὰ τὸ φάναι «περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ»· «ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται ἔθνη πολλά, καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ». 2.3.68 Καὶ περὶ μὲν τῶν ἐθνῶν ἁπάντων τοιαῦτα θεσπίζει· περὶ δὲ τῶν Ἰουδαίων ἑξῆς οἷα ἐπιλέγει ἄκουε· «ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ· ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ' ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς. ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν», καὶ τὰ ἑξῆς τούτων, ὄντα πλείω. οἷς ἐπιφέρει· 2.3.69 «καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη, καὶ οὐ μὴ ἀνήσω αὐτούς. καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθαι εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου κυρίου, καὶ ἀπὸ προσώπου τῆς δόξης αὐτοῦ, ὅτ' ἂν ἀναστῇ θραῦσαι τὴν γῆν»· 2.3.70 δι' ὧν σαφῶς ἀνάστασίν τινα τοῦ κυρίου διδάσκει ἔσεσθαι, ἐν ᾗ θραυσθήσεσθαι πᾶσαν τὴν γῆν τοῦ Ἰουδαίων ἔθνους. περὶ αὐτῶν γὰρ ὁ πᾶς ἦν λόγος, ὥσπερ καὶ ἑξῆς, δι' οὗ φησιν· 2.3.71 «ἡμέρα γὰρ κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον», καὶ τὰ τούτοις ἀκόλουθα. ἐν ταύτῃ τοιγαροῦν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τοῦ κυρίου τὰ κατὰ τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ προαγορεύσας, ἐν αὐτῇ ταύτῃ, φησίν, τῇ ἡμέρᾳ «ὑψωθήσεται κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια»· 2.3.72 μονονουχὶ δηλῶν τὴν ἀποστροφὴν τῶν εἰδώλων, ἣν ἀπεστράφησαν αὐτοί τε Ἰουδαῖοι καὶ οἱ λοιποὶ πάντες ἄνθρωποι, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν καταπτύσαντες πάσης δεισιδαιμονίας. «τῇ γοῦν ἡμέρᾳ ἐκείνῃ, φησίν, ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐποίησαν προσκυνεῖν τοῖς ματαίοις», 2.3.73 καθ' ὅλου ὡς εἰκὸς καὶ περὶ παντὸς ἀνθρώπου ταῦτα ἀναφωνῶν διὰ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν κλῆσιν. Ἰδίως δὲ αὖθις περὶ τοῦ Ἰουδαίων ἔθνους ὑπὸ μίαν διάνοιαν ἑξῆς ἐπιλέγει· 2.3.74 «ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν» καὶ τὰ τούτοις ἑξῆς. 2.3.75 ἔνθα