41
τοῖς ὑποδεεστέροις φυσικῶς ἐντιθέντος, οὐδενὶ τρόπῳ ἡ τοῦ πλέονος ἔφεσις στήσεται, ἀλλὰ πρὸς τὸ μήπω ληφθὲν ὑπερτεινομένης ἀεὶ τῆς ὀρέξεως πάντοτε τὸ ἐλατ τούμενον τοῦ πλέονος ὀρεχθήσεται καὶ ἀεὶ πρὸς τὸ μεῖζον ἀλλοιωθήσεται καὶ οὐδέποτε πρὸς τὸ τέλειον φθάσει, τῷ μὴ εὑρίσκειν τὸ πέρας, οὗ δραξάμενον στήσεται τῆς ἀνόδου. 1.1.291 ἐπειδὴ γὰρ ἄπειρον τῇ φύσει τὸ πρῶτον ἀγαθόν, ἄπειρος ἐξ ἀνάγκης ἔσται καὶ ἡ μετουσία τοῦ ἀπολαύοντος, ἐσαεὶ τὸ πλέον καταλαμβάνουσα καὶ πάντοτε εὑρίσκουσα τοῦ κατα ληφθέντος τὸ περισσότερον καὶ μηδέποτε παρισωθῆναι αὐτῷ δυναμένη, τῷ μήτε τὸ μετεχόμενον περατοῦσθαι μήτε τὸ διὰ τῆς μετουσίας ἐπαυξανόμενον ἵστασθαι. 1.1.292 Τοιαῦτα μὲν οὖν ἐστιν ἐκ τῆς κατὰ τὸ ἀγαθὸν δια φορᾶς ἀνακύπτοντα ἐκ τοῦ λόγου τὰ βλάσφημα. εἰ δὲ κατά τινα σωματικὴν ὑπόληψιν τὸ 20μεῖζόν τε καὶ ἔλατ τον20 ἐπ' αὐτῶν θεωροῦσιν, αὐτόθεν ὁμολογεῖται τοῦ λόγου τὸ ἄτοπον, κἂν μὴ καθ' ἕκαστον ἀκριβῶς ἐξετάζηται. ἀνάγκη γὰρ πᾶσα ποιότητάς τινας καὶ διαστάσεις ὄγκους τε καὶ σχήματα καὶ πάντα δι' ὧν συμπληροῦται ὁ τοῦ σώματος λόγος, ταῖς ὑπονοίαις ταύταις καὶ ἐπὶ τῆς θείας φύσεως συνεισάγεσθαι. ὅπου δὲ τὸ σύνθετον λέγεται, πάν 1.1.293 τως ἐκεῖ συνομολογεῖται καὶ ἡ τοῦ συνθέτου διάλυσις. ἀλλ' ἐκ μὲν τῆς τοῦ δόγματος ἀτοπίας τῆς τὸ ἔλαττον καὶ τὸ ὑπερέχον ἐν τοῖς ἀμεγέθεσι καὶ ἀσυγκρίτοις ἀποφαίνεσθαι τολμώσης ταῦτα καὶ τὰ τοιαῦτα κατασκευάζεται, ὡς ὀλίγα ἐκ πολλῶν ὁ λόγος ὑπέδειξεν· οὐδὲ γὰρ εὔκολον πάντα τὸν ἐγκεκρυμμένον τῷ δόγματι δόλον διακαλύψαι τῷ λόγῳ. καὶ δι' ὀλίγων δὲ τῶν εἰρημένων οὐδὲν ἧττον ἡ ἀτοπία τῶν κατὰ τὸ ἀκόλουθον τῆς βλασφημίας ἀναφαινομένων ἐπι 1.1.294 δειχθήσεται. ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προέλ θωμεν, μικρῶν ἔτι πρὸς σύστασιν τοῦ ἡμετέρου δόγματος προσδιορισθέντων. ἐπειδὴ γὰρ κριτήριον ἀσφαλὲς τῆς ἀλη θείας ἐπὶ παντὸς δόγματος ἡ θεόπνευστός ἐστι μαρτυρία, καλῶς ἔχειν ἡγοῦμαι τῇ παραθέσει τῶν θείων καὶ τὸν ἡμέ τερον λόγον πιστώσασθαι. 1.1.295 Οὐκοῦν ταύτας ἔγνωμεν ἐν τῇ διαιρέσει τῶν ὄντων τὰς διαφοράς, πρῶτον τὸ ὡς πρὸς τὴν ἡμετέραν κατάληψιν πρῶ τον, τὸ αἰσθητὸν λέγω, μετὰ τοῦτο δὲ τὸ διὰ τῆς τῶν αἰσθητῶν χειραγωγίας ὑπὸ τοῦ νοῦ θεωρούμενον, ὃ δὴ νοητὸν εἶναί φαμεν· καὶ τοῦ νοητοῦ πάλιν ἑτέραν διαφορὰν κατελάβομεν εἰς τὸ κτιστὸν καὶ ἄκτιστον διαιρουμένην. καὶ τῆς μὲν ἀκτίστου φύσεως τὴν ἁγίαν τριάδα εἶναι διωρισάμεθα, τῆς δὲ κτιστῆς πάντα ὅσα μετ' ἐκείνην λέγεταί τε καὶ ἔστι καὶ 1.1.296 ὀνομάζεται. ἵνα τοίνυν μὴ ἀναπόδεικτος ἡμῶν ὁ διορισμὸς ὑπάρχῃ, ἀλλὰ ταῖς τῆς γραφῆς μαρτυρίαις ἠσφαλισμένος, τοῦτο τοῖς εἰρημένοις προσθήσομεν, ὅτι οὐκ ἐκτίσθη ὁ κύριος, ἀλλ' ἐκ τοῦ πατρὸς ἐξῆλθε, καθὼς αὐτὸς ὁ θεὸς λόγος αὐτοπροσώπως ἐν τῷ εὐαγγελίῳ μαρτύρεται, κατὰ τὸν ἄρρητον ἐκεῖνον καὶ ἀνεκδιήγητον τῆς γεννήσεως ἤτοι 1.1.297 τῆς ἐξόδου τρόπον. καὶ τίς ἂν εὑρεθείη μάρτυς ἀληθέ 1.1.297 στερος τῆς τοῦ κυρίου φωνῆς, διὰ παντὸς τοῦ εὐαγγελίου πατέρα καὶ οὐχὶ κτίστην ἑαυτοῦ τὸν ἀληθινὸν ἀποκαλοῦντος πατέρα καὶ οὐχὶ ἔργον θεοῦ ἀλλ' υἱὸν θεοῦ ἑαυτὸν ὀνο 1.1.298 μάζοντος; ὥσπερ γὰρ τὴν κατὰ σάρκα πρὸς τὸ ἀνθρώ πινον κοινωνίαν σημαίνων υἱὸν ἀνθρώπου τὸ φαινόμενον προσ ηγόρευσε, δεικνὺς τὴν κατὰ φύσιν τῆς σαρκὸς αὐτοῦ πρὸς τὴν ἐξ ἧς ἐλήφθη συγγένειαν, οὕτω καὶ τὴν πρὸς τὸν τῶν ὅλων θεὸν ἀληθῆ καὶ γνησίαν σχέσιν τῇ προσηγορίᾳ τοῦ υἱοῦ διασημαίνει, τὸ κατὰ τὴν φύσιν οἰκεῖον διὰ τῆς τοῦ υἱοῦ φωνῆς ἐνδεικνύμενος. κἄν τινες ἐκ τῆς παροιμιώδους ῥήσεως τὰ ἐν παραβολῇ σκοτεινῶς δι' αἰνίγματος εἰρημένα ψιλὰ καὶ ἀνερμήνευτα πρὸς ἀνατροπὴν τῆς ἀληθείας προφέροντες τὴν τοῦ ἐκτίσθαι φωνήν, ἣν ἐκ προσώπου τῆς σοφίας ὁ παροιμιαστὴς ἐποιήσατο, εἰς συνη γορίαν τῆς τοῦ δόγματος αὐτῶν διαστροφῆς προχειρίζωνται, λέγοντες τὸ Κύριος ἔκτισέ με ὁμολογίαν εἶναι τοῦ ἐκτίσθαι τὸν κύριον, ὡς αὐτοῦ τοῦ μονογενοῦς διὰ τῆς φωνῆς ταύτης τὸ τοιοῦτον οὐκ ἀρνουμένου, ἡμῖν οὐ προσεκτέον τῷ λόγῳ. 1.1.299 οὐδὲ γὰρ τοῦ πάντως δεῖν εἰς τὸν