1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

41

ἵνα εὕρωμεν, οὗτος φυλάττειν συμβουλεύει, ἵνα μὴ ἀπολέσωμεν. ὁ δὲ τοῦ φυλάττειν τὰ ἀγαθὰ τρόπος ἐστὶν ἐν τῷ ἐκβαλεῖν τὰ ἐκ τοῦ ἐναντίου νοούμενα· ὥσπερ ἐπὶ τῆς πολεμουμένης πόλεως ἀσφαλεστέρα γίνεται ἡ φρουρὰ τῶν προδοτῶν ἐκβληθέντων, ἕως δ' ἂν ἐντὸς ὦσι, μᾶλλον ἐπιβουλεύουσι τῶν φανερῶν ἐχθρῶν οἱ λανθάνοντες. Καιρὸς γάρ, φησίν, τοῦ φυλάσσειν καὶ καιρὸς τοῦ ἐκβάλλειν. 5.406 Ἡ δὲ ἐφεξῆς ἀκολουθία τοῦ λόγου εἰς μείζονά τινα τὴν περὶ τῶν ὄντων φιλοσοφίαν τὴν ψυχὴν ἄγει. δείκνυσι γάρ, ὅτι συνεχές ἐστι τὸ πᾶν ἑαυτῷ καὶ οὐκ ἔχει τινὰ λύσιν ἡ ἁρμονία τῶν ὄντων, ἀλλά τίς ἐστι σύμπνοια τῶν πάντων πρὸς ἄλληλα. καὶ οὐκ ἀπέσχισται τὸ πᾶν τῆς πρὸς ἑαυτὸ συναφείας, ἀλλ' ἐν τῷ εἶναι μένει τὰ πάντα τῇ τοῦ ὄντως ὄντος δυνάμει περικρατούμενα. τὸ δὲ ὄντως ὂν ἡ αὐτοαγαθότης ἐστὶν ἢ εἴ τι ὑπὲρ τοῦτό τις ἐπινοεῖ σημαντικὸν τῆς ἀφράστου φύσεως ὄνομα. πῶς δ' ἄν τις εὕροι ἐκείνου ὄνομα, ὅπερ Ὑπὲρ πᾶν ὄνομα εἶναί φησιν ἡ θεία τοῦ ἀποστόλου φωνή; πλὴν ὅτιπερ ἂν εὑρεθῇ ὄνομα ἑρμηνευτικὸν τῆς ἀνεκφωνήτου δυνάμεώς τε καὶ φύσεως, ἀγαθόν ἐστι πάντως τὸ σημαινό μενον. τοῦτο τοίνυν τὸ ἀγαθὸν ἤτοι ὑπὲρ τὸ ἀγαθὸν αὐτό τε ὡς ἀληθῶς ἔστι καὶ δι' ἑαυτοῦ τοῖς οὖσι δέδωκέ τε καὶ δίδωσι τήν τε τοῦ γενέσθαι δύναμιν καὶ τὴν ἐν τῷ εἶναι διαμονήν, πᾶν δὲ τὸ ἔξω αὐτοῦ θεωρούμενον ἀνυπαρξία ἐστί· τὸ γὰρ ἔξω τοῦ ὄντος ἐν τῷ εἶναι οὐκ ἔστιν. ἐπεὶ οὖν ἀντιθεωρεῖται 5.407 τῇ ἀρετῇ ἡ κακία, θεὸς δὲ ἡ παντελὴς ἀρετή, ἔξω ἄρα τοῦ θεοῦ ἡ κακία, ἧς ἡ φύσις οὐκ ἐν τῷ αὐτήν τι εἶναι, ἀλλ' ἐν τῷ ἀγαθὴν μὴ εἶναι καταλαμβάνεται· τῷ γὰρ ἔξω τοῦ ἀγαθοῦ νοήματι ὄνομα τὴν κακίαν ἐθέμεθα. οὕτως οὖν ἀντιθεωρεῖται τῷ ἀγαθῷ ἡ κακία, ὡς ἀντιδιαιρεῖται τὸ μὴ ὂν τῷ ὄντι. ἐπεὶ οὖν τῷ αὐτεξουσίῳ τῆς ὁρμῆς τοῦ ἀγαθοῦ ἀπερρύημεν, ὥσπερ οἱ ἐν φωτὶ μύσαντες σκότος λέγονται βλέπειν· ἐν γὰρ τῷ μηδὲν βλέπειν ἐστὶ τὸ σκότος βλέπειν· τότε ἡ ἀνύπαρκτος τῆς κακίας φύσις ἐν τοῖς ἀπορρυεῖσι τοῦ ἀγαθοῦ οὐσιώθη, ἥτις ἕως τότε ἐστίν, ἕως ἂν ἡμεῖς ἔξω τοῦ ἀγαθοῦ ὦμεν. εἰ δὲ πάλιν ἡμῶν ἡ αὐτεξούσιος τοῦ θελήματος κίνησις ἀπορραγείη τῆς πρὸς τὸ ἀνύπαρκτον σχέσεως καὶ συμφυείη τῷ ὄντι, ἐκείνη μὲν τὸ ἐν ἐμοὶ εἶναι μηκέτι ἔχουσα οὐδὲ τὸ εἶναι ὅλως ἕξει· κακὸν γὰρ ἔξω προαιρέσεως ἐφ' ἑαυτοῦ κείμενον οὐκ ἔστιν· ἐγὼ δὲ τῷ ἀληθῶς ὄντι ἐμαυτὸν προσκολ λήσας τε καὶ προσράψας ἐν τῷ ὄντι μενῶ, ὃς ἀεί τε ἦν καὶ εἰς ἀεὶ ἔσται καὶ νῦν ἔστι. ταῦτά μοι δοκεῖ τὰ νοήματα ὁ τοῦ ῥῆξαι καιρὸς καὶ ὁ τοῦ ῥάψαι καιρὸς ὑποτίθεσθαι, ἵνα 5.408 ἀπορραγέντες ἐκείνου, ᾧ κακῶς συνεφύημεν, προσκολληθῶμεν ἐκείνῳ, οὗ ἀγαθὴ ἡ προσκόλλησις. Ἐμοὶ γάρ, φησί, τὸ προσ κολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου. εἴποι δ' ἄν τις καὶ πρὸς ἄλλα πολλὰ τὴν συμβουλὴν ταύτην χρησίμως ἔχειν, οἷον Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. ταῦτα κελεύει ὁ θεῖος ἀπόστολος, τὸν ἐπὶ τῇ παρανόμῳ μίξει κατεγνωσμένον τοῦ κοινοῦ τῆς ἐκκλησίας πληρώματος ἀπορραγῆναι κελεύων, ὡς ἂν μὴ Μικρά, φησί, ζύμη τῆς τοῦ κατεγνωσμένου κακίας ὅλον τὸ φύραμα τῆς ἐκκλησια στικῆς εὐχῆς ἀχρειώσειεν. τὸν δὲ ἀπορραγέντα διὰ τῆς ἁμαρτίας πάλιν προσράπτει διὰ τῆς μετανοίας λέγων, ἵνα Μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. οὕτως οἶδεν εὐκαίρως τε ἀπορρῆξαι τὸ σπιλωθὲν μέρος τοῦ τῆς ἐκκλησίας χιτῶνος καὶ πάλιν εὐκαίρως προσράψαι, ὅταν διὰ τῆς μετανοίας ἐκπλυθῇ τοῦ μολύσματος. καὶ πολλὰ τοιαῦτα ἔστιν ἰδεῖν ἔν τε τοῖς ἀρχαιοτέροις τῶν διηγημάτων καὶ ἐν τῷ καθ' ἡμᾶς βίῳ, ὅσα ἐν ταῖς ἐκκλησίαις οἰκονομικῶς ἐπιτελεῖται. οἴδατε γὰρ τίνων ἀπορρηγνύμεθα καὶ τίσιν ἀεὶ προσραπτόμεθα· τῆς γὰρ αἱρέσεως ἀποσχιζό μενοι τῇ εὐσεβείᾳ διὰ παντὸς ἐνραπτόμεθα, τότε 5.409 ἄρρηκτον βλέποντες τὸν τῆς ἐκκλησίας χιτῶνα, ὅταν ἀπορραγῇ τῆς πρὸς τὴν αἵρεσιν κοινωνίας. ἀλλ' εἴτε κατὰ τὴν προεξετασθεῖσαν ἡμῖν θεωρίαν φιλοσοφεῖ περὶ τῶν ὄντων ὁ λόγος εἴτε τὰ τοιαῦτα διὰ τῆς συμβουλῆς ταύτης παιδεύει, κατὰ πάντα τὸ ἐπωφελές τε καὶ χρήσιμον περιέχει ἡ ῥῆσις ἡ ἐν καιρῷ τε ἀπορρηγνῦσα, ὧν πονηρὰ ἡ συνάφεια, καὶ κατὰ καιρὸν πάλιν συνάπτουσα, ὧν ἐπωφελής ἐστιν ἡ ἕνωσις.