1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

42

ἐπιστήσας, παράθες τὰ προλεγόμενα τῆς προφητείας, δι' ὧν εἴρηται· «ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς ὑπὲρ τῆς Ἰουδαίαςκαὶ ὑπὲρ Ἱερουσαλήμ», ὡς μᾶλλον κατ' αὐτῶν ἢ ὑπὲρ αὐτῶν τὰ ἐπενηνεγμένα τυγχάνει, εἰ μή τις ἄρα ἐν τούτοις λανθάνων περιέχεται νοῦς. 2.3.76 πῶς γὰρ μέλλων ἀφαιρεῖν «ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος», καὶ πάντα τὰ ἐν αὐτοῖς πάλαι διαπρέποντα, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ» ἔσεσθαι τὰ θεσπιζόμενα προύλεγε; πῶς δὲ ὑπὲρ αὐτῶν ἔστι· καὶ τὰ ἑξῆς αὖθις λέγεσθαι· «ἀνεῖται Ἱερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς κύριον ἀπειθοῦντες»; 2.3.77 Ἀλλὰ γὰρ ἐν τοιῷδε καιρῷ, ἐν ᾧ «τὸ ὄρος κυρίου» πᾶσι τοῖς 2.3.77 ἔθνεσιν ἀνάγκη κηρύττεσθαι, ὅ τε ἐπὶ τοῦ ὄρους οἶκος τοῦ θεοῦ, ἐφ' ὃν πάντα τὰ ἔθνη συνιόντα φασίν· «δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ», τοιαύταις ὁ λόγος χρησάμενος κατηγορίαις τοῦ Ἰουδαίων ἔθνους, ἀπειλήσας τε αὐτοῖς τὰ ἔσχατα, ἐπισυνάπτει τούτοις πᾶσι τὰς προεκτεθείσας ἡμῖν λέξεις, διδάσκων ὅτι, τοῦ παντὸς Ἰουδαίων ἔθνους μέλλοντος ἀποπεσεῖσθαι τῆς κατὰ τὸν θεὸν εὐσεβείας, περιλειφθήσονταί τινες ἐν αὐτοῖς οὐ συναπολαύσαντες τοῖς πᾶσι τῶν κακῶν. ἔμπαλιν δὲ ὡς ἂν ἐκ μοχθηρῶν καὶ παρανόμων διασεσωσμένοι, καὶ τὸ δοκίμιον καὶ τὸ εἰλικρινὲς τῆς εὐσεβείας ἐπιδεδειγμένοι, τῆς παρὰ τῷ θεῷ γραφῆς καταξιωθήσονται καὶ «ἅγιοι κληθήσονται» τοῦ θεοῦ δοῦλοι. 2.3.78 δηλοῖ δὲ διὰ τούτων τοὺς τοῦ σωτῆρος ἡμῶν ἀποστόλους καὶ μαθητὰς καὶ εὐαγγελιστὰς καὶ τοὺς λοιποὺς ἅπαντας τοὺς ἐν περιτομῇ εἰς αὐτὸν πεπιστευκότας κατὰ τὸν χρόνον τῆς ἀποπτώσεως τοῦ παντὸς αὐτῶν ἔθνους. 2.3.79 ταῦτα δὲ αἰνίττεται φάσκων ὁ λόγος «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ» ἐν ᾗ δῆλον ὅτι τὰ προηγορευμένα πάντα περὶ τῆς κλήσεως τῶν ἐθνῶν καὶ περὶ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως γενήσεται «ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ· καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ»· δι' οὓς καὶ εἰκότως, ἀπὸ τῆς Ἱερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας προελθόντας, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ» τὴν προφητείαν ἐδήλου λέγεσθαι τὸ προοίμιον, ἢ καὶ διὰ τὴν ἀληθῆ Ἱερουσαλὴμ καὶ τὴν ἀναλόγως αὐτῇ κατὰ διάνοιαν θεωρουμένην Ἰουδαίαν· περὶ οὗ κατὰ καιρὸν εἰσόμεθα. 2.3.80 Καὶ τίς γε τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν καὶ τῶν εὐαγγελιστῶν τὴν ἔνθεον συνορῶν δύναμιν, καθ' ἣν «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν», πᾶσαί τε ἐξ ἐκείνου καὶ εἰς δεῦρο αἱ τοῦ Χριστοῦ ἐκκλησίαι τοὺς λόγους αὐτῶν ἀνὰ στόμα καὶ μαθήματα ἔχουσιν, καὶ τὰς τῆς καινῆς διαθήκης δι' αὐτῶν κηρυχθείσας τοῦ Χριστοῦ νομοθεσίας, οὐκ ἂν ἀλήθειαν τῇ προφητείᾳ ἐπιμαρτυρήσαι, φησάσῃ ἐμφανῶς «ἐν βουλῇ καὶ μετὰ δόξης ἐπὶ πᾶσαν τὴν γῆν ὑψώσειν τὸν θεὸν καὶ δοξάσειν «τὸ καταλειφθὲν Ἰσραήλ», καὶ ὡς ἄρα «τὸ καταλειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωήν». ἀντὶ δὲ τοῦ λεγομένου παρὰ τοῖς ἑβδομήκοντα «ἐν βουλῇ μετὰ δόξης» ὁ Ἀκύλας καὶ Θεοδοτίων συμφώνως «εἰς δύναμιν καὶ δόξαν» ἡρμήνευσαν, τὴν ὑπὸ τοῦ θεοῦ δοθεῖσαν τοῖς ἀποστόλοις δύναμιν καὶ τὴν ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ δόξαν παριστῶντες κατὰ τὸ «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ» καὶ αὐτό γε τὸ γεγενημένον. 2.3.81 ληʹ. «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ ἐπιστρέψουσι, καὶ ἰάσομαι αὐτούς. καὶ εἶπα, ἕως πότε, κύριε; καὶ εἶπεν, ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ