42
κύριον ἀναγαγεῖν τὸν λόγον τοῦτον τὰς ἀποδείξεις παρέχονται· οὔτε τοῦ ῥητοῦ τὴν διάνοιαν ἐκ τῆς τῶν Ἑβραίων γραφῆς εἰς τοῦτο τὸ σημαινόμενον φέρουσαν ἐπιδεῖξαι δυνήσονται, τῶν λοιπῶν ἑρμηνέων τὸ Ἐκτήσατο καὶ Κατέστησεν ἀντὶ τοῦ Ἔκτισεν ἐκδεδωκότων, οὔτε δέ, εἰ οὕτως εἶχεν ἡ λέξις ἐν τῇ πρω τοτύπῳ γραφῇ, πρόχειρος ἂν ἦν καὶ σαφὴς ἡ διάνοια, τῆς παροιμιακῆς διδασκαλίας οὐ προδήλως, ἀλλὰ μετ' ἐπικρύ ψεως τὸν τῶν λεγομένων σκοπὸν ἐνδεικνυμένης διὰ πλαγίας ἐμφάσεως, ὡς ἐκ τῆς περὶ τὸν τόπον τοῦτον συμφράσεως τῶν εἰρημένων πάρεστιν ἐπιγνῶναι τοῦ λόγου τὸ δυσθεώ ρητον, ἐν οἷς φησιν Ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον 1.1.300 ἐπ' ἀνέμων καὶ ὅσα τοιαῦτα. τίς γὰρ θεοῦ θρόνος, εἴτε ὑλικός τις οὗτος εἴτε νοητός; καὶ τίνες ἄνεμοι, πότερον οἱ συνήθεις οὗτοι καὶ γνώριμοι, οὓς ἐκ τῶν ἀτμῶν τε καὶ τῶν ἀναθυμιάσεων συνίστασθαι λέγουσιν οἱ ταῦτα φυσιολογοῦντες, εἴτε καθ' ἕτερον τρόπον ὑπονοούμενοι, ὃν οὐκ ἐπιγινώσκει ἡ ἀνθρωπίνη συνήθεια, οὕς φησιν ἀντὶ βάσεως τῷ θρόνῳ γίνεσθαι; καὶ τίς καθέδρα τοῦ ἀσωμάτου καὶ ἀπεριγράπτου καὶ ἀσχηματίστου θεοῦ; καὶ πάντα τὰ τοιαῦτα τίς ἂν ἐκ τῆς συνήθους τῶν ῥημάτων τούτων σημασίας κατανοήσειε; 1.1.301 ∆ῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βα θυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέ χοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθαι τὸν κύριον ὑπόνοιαν ἐκ τῆς γραφῆς ταύτης τοῖς εὐσεβῶς λογι ζομένοις ἐγγίνεσθαι, τοῖς πεπαιδευμένοις μάλιστα διὰ τῆς τοῦ εὐαγγελιστοῦ μεγαλοφωνίας τοῦ πάντα τὰ γεγονότα δι' 1.1.302 αὐτοῦ γεγενῆσθαι καὶ ἐν αὐτῷ συνεστάναι λέγοντος. Πάντα γάρ, φησί, δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν ἐν αὐτῷ, οὐκ ἂν τοῦτο διορισάμενος, εἰ καὶ αὐτὸν τὸν κύριον ἓν τῶν γεγονότων ἐπίστευε. πῶς γὰρ δι' ἐκείνου πάντα γίνεται καὶ ἐν αὐτῷ τὰ γεγονότα τὴν σύστασιν ἔχει, εἰ μὴ πάντως ἄλλο τι παρὰ τὴν τῶν πεποιημένων φύσιν ὁ ποιητὴς ὑπάρχων οὐχ ἑαυτὸν ἀλλὰ τὴν κτίσιν 1.1.303 εἰργάσατο; εἰ γὰρ ἡ κτίσις δι' ἐκείνου, αὐτὸς δὲ ὁ κύριος οὐ δι' ἑαυτοῦ, ἄλλο τι πάντως καὶ οὐχὶ κτίσις ἐστί. τοῦ τοίνυν εὐαγγελιστοῦ φήσαντος, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν ἐν αὐτῷ, καὶ φανερῶς διὰ τούτων ἐνδειξαμένου, ὅτι καὶ ἐν τῷ υἱῷ τὰ γενόμενα γέγονε καὶ οὐ δι' ἑτέρου τινὸς τὴν εἰς τὸ γενέσθαι 1.1.304 πάροδον ἔσχεν, ἐκδέχεται τὸν λόγον τοῦτον ὁ Παῦλος, καὶ ὡς ἂν μηδεμίαν καταλίποι πρόφασιν τῇ βλασφήμῳ φωνῇ τοῦ συναριθμεῖν τοῖς γεγονόσι καὶ τὴν τοῦ πνεύματος φύσιν, ὑπ' ἀριθμὸν ἄγει τὰ πάντα, ποῖά ἐστι ταῦτα ἃ πάντα τῷ εὐαγγελιστῇ καὶ εἴρηται καὶ νενόηται· καὶ κα θάπερ ὁ μέγας ∆αβὶδ πάντα ὑποτετάχθαι τῷ ἀνθρώπῳ φήσας καὶ τὸ κατ' εἶδος προσέθηκε, ποῖα ἦν τὰ ἐμπερι λαμβανόμενα τῇ τῶν πάντων φωνῇ, τουτέστι τὰ χερσαῖα καὶ τὰ ἔνυδρα καὶ τὰ ἐναέρια ζῷα, οὕτω καὶ ὁ τῶν θείων δογμάτων ἐξηγητὴς ὁ ἀπόστολος πάντα ἐν αὐτῷ γεγε νῆσθαι εἰπὼν περιγράφει τοῖς ὑπαριθμηθεῖσι τῶν πάν 1.1.305 των τὴν ἔννοιαν. Ὁρατὰ γάρ, φησί, καὶ ἀόρατα, διὰ μὲν τῶν ὁρατῶν καθὼς εἴρηται τὰ τῇ αἰσθήσει γνώριμα πε ριλαβὼν τῷ ὀνόματι, διὰ δὲ τῶν ἀοράτων τὴν τῶν νοητῶν ἐνδειξάμενος φύσιν. 1.1.306 Ἀλλὰ περὶ μὲν τῶν αἰσθητῶν οὐδὲν ἐδεήθη λεπτομερῶς διεξελθεῖν ἐπ' ὀνόματος. οὐδεὶς γὰρ οὕτω σάρκινος οὐδὲ κτηνώδης ἐστίν, ὡς ἐν τοῖς αἰσθητοῖς ὑποπτεῦσαι καὶ τὸ πνεῦμα τὸ ἅγιον εἶναι. τῶν δὲ ἀοράτων μνησθείς, ἐπειδὴ νοερὰ καὶ ἀσώματος καὶ ἡ τοῦ πνεύματος φύσις ἐστίν, ὡς ἂν μή τις ἐν τούτοις ὑπονοήσειεν ὑφεστάναι τὸ πνεῦμα διὰ τὴν κατὰ τὸ ἀόρατον κοινωνίαν, ἐναργεστάτην ποιεῖται τὴν διαίρεσιν τῶν τε διὰ τῆς κτίσεως γεγονότων καὶ τῆς ὑπὲρ 1.1.307 τὴν κτίσιν οὐσίας. τὰ μὲν γὰρ κτισθέντα καταριθμεῖται τῷ λόγῳ, θρόνους τινὰς καὶ ἀρχὰς καὶ ἐξουσίας καὶ κυριό τητας λέγων, γενικοῖς τισι καὶ περιληπτικοῖς ὀνόμασι τῶν ἀοράτων τούτων δυνάμεων τὴν διδασκαλίαν ποιούμενος, τὰ δὲ ὑπὲρ τὴν κτίσιν δι' αὐτῆς τῆς σιωπῆς ἀποχωρίζει τοῦ 1.1.308 ἀριθμοῦ τῶν κτισθέντων. ὥσπερ ἂν εἴ τις προσταχθεὶς ἐπὶ στρατοπέδου τὰς