1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

42

Ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προέλθωμεν, δι' οὗ μοι δοκεῖ μᾶλλον ὁ κατὰ τὴν ὑψηλοτέραν φιλοσοφίαν θεωρηθεὶς λόγος οἰκείως πρὸς τὸ ῥητὸν ἔχειν. προτέτακται γὰρ ὁ τοῦ σιγᾶν καιρὸς καὶ μετὰ τὴν σιγὴν ἔδωκε τὸν τοῦ λέγειν καιρόν. πότε οὖν καὶ περὶ τίνων τὸ σιγᾶν ἐστιν ἄμεινον; εἴποι μὲν ἄν τις τῶν πρὸς τὸ ἦθος βλεπόντων πολλαχῇ τὴν σιωπὴν εὐσχημονεστέραν εἶναι τοῦ λόγου, οἷον καθὼς διακρίνει τῆς σιωπῆς τε καὶ τοῦ λόγου τὴν εὐκαιρίαν ὁ Παῦλος, ποτὲ μὲν νομοθετῶν τὸ σιγᾶν, ποτὲ δὲ ἐπιτρέπων τὸ λέγειν. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω· οὗτος σιωπῆς ὁ νόμος· Ἀλλ' εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν· οὗτος ὁ τοῦ λέγειν καιρός. Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· πάλιν ἔδωκε τῇ σιγῇ τὸν καιρόν· Εἰ δέ τι μαθεῖν 5.410 θέλουσιν, ὧν ἀγνοοῦσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερω τάτωσαν· πάλιν ὑπέδειξε τοῦ λόγου τὴν εὐκαιρίαν. Μὴ ψεύδεσθε εἰς ἀλλήλους· καὶ αὕτη σιωπῆς εὐκαιρία· Λαλείτω ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· πάλιν ἡ ἐξουσία τοῦ λόγου. καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν καὶ ἐκ τῆς ἀρχαιοτέρας γραφῆς· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ Ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. καὶ Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἄφωνος γίνεται ὁ πρὸς τὴν ἀντίδοσιν τοῦ κακοῦ μένων ἀκίνητος, ἐν οἷς δὲ προσήκει τῷ λόγῳ χρήσασθαι, ἀνοίγει ἐν παραβολαῖς τὸ στόμα, φθέγγεται προβλήματα, πληροῖ τὸ στόμα αἰνέσεως, κάλαμον ποιεῖ τὴν γλῶσσαν. ἀλλὰ τί χρή, μυρίων ὄντων ἐν τῇ γραφῇ τῶν ὑποδειγμάτων, λεπτουργεῖν ἐν τοῖς ὁμολογουμένοις τὸν λόγον; ὃ δέ μοι πρὸ τούτων ἐπὶ νοῦν ἦλθεν, ὡς συμφωνούσης τῆς περὶ τοῦ σιγᾶν τε καὶ λαλεῖν εὐκαιρίας τῇ ἀποδοθείσῃ περὶ τοῦ ῥήγματος καὶ τῆς ῥαφῆς θεωρίᾳ, τοῦτο βούλομαι πάλιν ἐπαναλαβὼν δι' ὀλίγων εἰπεῖν. ἐκεῖ τε γὰρ τὴν κακῶς τῷ ἐναντίῳ προσφυεῖσαν ψυχὴν ἀπορ ρήξας ὁ λόγος εἰς γνῶσιν ἤγαγε τοῦ ὄντως ὄντος διὰ τῆς 5.411 προσκολλήσεως, ὅπερ ὑπὲρ λόγον εἶναι ὁ προλαβὼν ἀποδέδω κε λόγος, ἐνταῦθά τε διὰ τοῦτό μοι δοκεῖ τὸ σιγᾶν προτετά χθαι, τοῦτ' ἔστι διότι τὸ ὑπὲρ πᾶν ἐκεῖνο νόημά τε καὶ ὄνομα, ὃ ἡ τοῦ κακοῦ ἀπορραγεῖσα ψυχὴ καὶ ζητεῖ διὰ παντὸς καὶ ἐνραφῆναι τῷ εὑρεθέντι ἐφίεται, τοῦτο πάσης ἑρμηνευτικῆς φωνῆς ἐστιν ὑψηλότερον· ὅπερ ὁ φιλονεικῶν ὑπὸ τὴν τοῦ λόγου σημασίαν καθέλκειν λανθάνει πλημμελῶν εἰς τὸ θεῖον· τὸ γὰρ ὑπὲρ πᾶν εἶναι πεπιστευμένον καὶ ὑπὲρ λόγον πάντως ἐστίν. ὁ δὲ λόγῳ διαλαμβάνειν ἐπιχειρῶν τὸ ἀόριστον οὐκέτι δίδωσι τὸ ὑπὲρ πᾶν εἶναι ἐκεῖνο, ᾧ ἀντεξάγει τὸν ἴδιον λόγον, τοιοῦτόν τι καὶ τοσοῦτον εἶναι οἰόμενος, οἷον καὶ ὅσον εἰπεῖν ὁ λόγος ἐχώρησεν, οὐκ εἰδὼς ὅτι ἐν τῷ πεπεῖσθαι ὑπὲρ γνῶσιν εἶναι τὸ θεῖον ἐν τούτῳ ἡ θεοπρεπὴς περὶ τοῦ ὄντως ὄντος φυλάσσεται ἔννοια. διὰ τί; ὅτι πᾶν τὸ ἐν τῇ κτίσει ὂν πρὸς τὸ συγγενὲς ἐκ φύσεως βλέπει καὶ οὐδὲν τῶν ὄντων ἔξω ἑαυτοῦ γενόμενον ἐν τῷ εἶναι μένει, οὐ πῦρ ἐν ὕδατι, οὐκ ἐν πυρὶ τὸ ὕδωρ, οὐκ ἐν τῷ βυθῷ τὸ χερσαῖον, οὐκ ἐν τῇ χέρσῳ τὸ ἔνυδρον, οὐκ ἐν ἀέρι τὸ ἔγγειον, οὐκ ἐν γῇ πάλιν τὸ ἐναέριον· ἀλλ' ἐν τοῖς ἰδίοις ἕκαστον μένον ὅροις τῆς φύσεως ἕως τότε ἔστιν, ἕως ἂν ἐντὸς τῶν ἰδίων ὅρων μένῃ. εἰ δὲ ἔξω ἑαυτοῦ γένοιτο, ἐκτὸς καὶ τοῦ εἶναι γενήσεται. 5.412 καὶ ὥσπερ τῶν αἰσθητηρίων ἡ δύναμις ταῖς κατὰ φύσιν ἐνεργείαις παραμένουσα μεταβῆναι πρὸς τὴν παρακειμένην οὐ δύναται· οὔτε γὰρ <ὁ> ὀφθαλμὸς τὰ τῆς ἀκοῆς ἐνεργεῖ, οὔτε ἡ ἁφὴ διαλέγεται, οὔτε ἡ ἀκοὴ γεύεται, οὔτε ἡ γλῶσσα τὰ τῆς ὄψεως ἢ τὰ τῆς ἀκοῆς ἐνεργεῖ, ἀλλ' ἕκαστον ὅρον ἔχει τῆς ἰδίας δυνάμεως τὴν κατὰ φύσιν ἐνέργειαν· οὕτω καὶ πᾶσα ἡ κτίσις ἔξω ἑαυτῆς γενέσθαι διὰ τῆς καταληπτικῆς θεωρίας οὐ δύναται, ἀλλ' ἐν ἑαυτῇ μένει ἀεὶ καὶ ὅπερ ἂν ἴδῃ, ἑαυτὴν βλέπει· κἂν οἰηθῇ τι ὑπὲρ ἑαυτὴν βλέπειν, τὸ ἐκτὸς ἑαυτῆς ἰδεῖν φύσιν οὐκ ἔχει. οἷον τὴν διαστηματικὴν ἔννοιαν ἐν τῇ τῶν ὄντων θεωρίᾳ παρελθεῖν βιάζεται, ἀλλ' οὐ παρέρχε. παντὶ γὰρ τῷ εὑρισκομένῳ νοήματι συνθεωρεῖ πάντως τὸ συγκαταλαμβανόμενον τῇ ὑποστάσει