1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

42

ἐνταῦθα; Καὶ νῦν, φησὶ, πορεύομαι εἰς Ἱεροσόλυμα δεδεμένος τῷ πνεύματι, τὰ ἐν αὐτοῖς συναντήσοντά μοι μὴ εἰδὼς, πλὴν ὅτι τὸ Πνεῦμά μοι κατὰ πόλιν διαμαρτύρεται λέγον, ὅτι δεσμά με καὶ θλίψεις μένουσι. Τί οὖν ἀπέρχῃ, εἰ δεσμά σε καὶ θλίψεις μένουσι; ∆ιὰ τοῦτο αὐτὸ, φησὶν, ἵνα δεσμευθῶ διὰ Χριστὸν, ἵνα ἀποθάνω δι' αὐτόν. Οὐ γὰρ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐδὲν τῆς ψυχῆς ἐκείνης μακαριώτερον. Ἐν τίσι καυχᾶται; Ἐν δεσμοῖς, ἐν θλίψεσιν, ἐν ἁλύσει, ἐν στίγμασιν. Ἐγὼ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, φησὶν, ἐν τῷ σώματί μου βαστάζω, καθάπερ τρόπαιόν τι μέγα καὶ πάλιν, Ἕνεκεν τοῦ Ἰσραὴλ, φησὶ, τὴν ἅλυσιν ταύτην περίκειμαι· καὶ πάλιν, Ἐν ᾗ πρεσβεύω ἐν ἁλύσει. Τί ἐστι τοῦτο; οὐκ αἰσχύνῃ; οὐ δέδοικας τὴν οἰκουμένην δεσμώτης περιιών; οὐ φοβῇ μή τις ἀσθένειαν τοῦ Θεοῦ σου καταγνῷ; μή τις διὰ τοῦτο οὐ μὴ προσέλθῃ; Οὐ τοιαῦτά μου, φησὶ, τὰ δεσμά· οἶδε καὶ ἐν βασιλείοις λάμπειν. Ὥστε τοὺς δεσμούς μου, φησὶ, φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως λαλεῖν τὸν λόγον Ὁρᾷς δεσμῶν ἰσχὺν μᾶλλον, ἢ νεκρῶν ἀναστάσεως; ∆εδεμένον με εἶδον, καὶ μᾶλλον θαῤῥοῦσιν. Ὅπου γὰρ δεσμὰ, ἀνάγκη καὶ μέγα τι γενέσθαι ἐκεῖ· ὅπου θλῖψις, πάντως ἐκεῖ καὶ σωτηρία, πάντως ἐκεῖ ἄνεσις, πάντως ἐκεῖ μεγάλα κατορθώματα. Ὁ γὰρ διάβολος ὅταν λακτίσῃ, τότε πλήττεται· ὅταν δήσῃ τοὺς τοῦ Θεοῦ δούλους, τότε μάλιστα ὁ λόγος ἐπιδίδωσι. Καὶ θέα πανταχοῦ τοῦτο γινόμενον. Ἐδεσμεύθη, καὶ ἐν τῷ δεσμωτηρίῳ ταῦτα εἰργάσατο. Ἐν αὐτοῖς γὰρ, φησὶ, τοῖς δεσμοῖς μου. Ἐδεσμεύθη ἐν Ῥώμῃ, καὶ πλείονας ἐπηγάγετο· οὐ γὰρ αὐτὸς μόνος ἐθάῤῥει, ἀλλὰ καὶ ἄλλοι πολλοὶ δι' αὐτοῦ. Ἐδεσμεύθη ἐν Ἱεροσολύμοις, καὶ δεδεμένος δημηγορῶν τὸν βασιλέα κατέπληξε, καὶ τὸν ἄρχοντα εἰς φόβον ἤγαγεν· ἔμφοβος γὰρ γενόμενος, φησὶν, ἀπέλυσεν αὐτὸν, καὶ οὐκ ᾐσχύνετο παρὰ τοῦ δεδεμένου μανθάνων περὶ τῶν μελλόντων ὁ δήσας αὐτόν. ∆εδεμένος ἔπλει, καὶ ναυάγιον ἔλυσε, καὶ τὸν χειμῶνα ἐπέδησεν. Ἐν δεσμοῖς ὄντος αὐτοῦ τὸ θηρίον ἐκεῖνο καθήψατο, καὶ μηδὲν λυμηνάμενον ἐξέπεσεν. Ἐδέθη ἐν Ῥώμῃ, καὶ δεδεμένος δημηγορῶν μυρίους ἐπεσπάσατο, ἀντὶ πάντων τοῦτο αὐτὸ προβαλλόμενος, τὴν ἅλυσιν λέγω. Ἀλλ' οὐκ ἔστιν ἁλύσει δεθῆναι νῦν. Ἀλλ' ἔστιν ἑτέρα ἅλυσις, ἂν ἐθέλωμεν. Ποία δὴ αὕτη; Τὸ τῆς 62.66 χειρὸς κρατεῖν, τὸ μὴ πρὸς πλεονεξίαν ἕτοιμον εἶναι. Ταύτῃ τῇ ἁλύσει δήσωμεν ἑαυτούς· ἀντὶ σιδηρίου γενέσθω ἡμῖν ὁ τοῦ Θεοῦ φόβος. Λύσωμεν τοὺς δεδεμένους ὑπὸ πενίας, ὑπὸ θλίψεως. Οὐκ ἔστιν ἴσον δεσμωτηρίου θύρας ἀνοῖξαι, καὶ ψυχὴν συγκεκλεισμένην ἀφεῖναι· οὐκ ἔστιν ἴσον λῦσαι δεσμὰ δεσμωτῶν δεδεμένων, καὶ τεθραυσμένους ἀπολῦσαι ἐν ἀφέσει. Τοῦτο ἐκείνου μεῖζόν ἐστιν· ἐκείνου μὲν γὰρ οὐδεὶς κεῖται μισθὸς, τούτου δὲ μυρίοι. Μακρὰ ἡ τοῦ Παύλου γέγονεν ἅλυσις, καὶ ἐπὶ πολὺ κατέσχεν ἡμᾶς· καὶ γάρ ἐστιν ὄντως μακρὰ, καὶ πάσης σειρᾶς χρυσῆς κοσμιωτέρα. Αὕτη τοὺς δεδεμένους καθάπερ διά τινος μηχανῆς ἕλκει πρὸς τὸν οὐρανὸν, καὶ ὥσπερ χρυσῆ σειρὰ ἐξαρτηθεῖσα, ἀνέλκει πρὸς αὐτὸν τὸν οὐρανόν· καὶ τὸ δὴ θαυμαστὸν, κάτω δεθεῖσα, τοὺς δεδεμένους ἄνω ἕλκει. Καίτοι οὐχ αὕτη τῶν πραγμάτων ἡ φύσις· ἀλλ' ὅταν Θεὸς οἰκονομῇ, μὴ ζήτει πραγμάτων φύσιν μηδὲ ἀκολουθίαν, ἀλλὰ τὰ ὑπὲρ φύσιν καὶ ἀκολουθίαν. Μάθωμεν μηδὲ ἐν ταῖς θλίψεσι καταπίπτειν, μηδὲ δυσχεραίνειν. Ὅρα γὰρ τὸν μακάριον τοῦτον· μεμαστίγωτο, καὶ μεμαστίγωτο ἰσχυρῶς· Πολλὰς γὰρ αὑτοῖς, φησὶν, ἐπιθέντες πληγάς· καὶ ἐδέδετο, καὶ τοῦτο πάλιν ἰσχυρῶς· εἰς γὰρ τὴν ἐσωτέραν φυλακὴν ἐνέβαλεν αὐτὸν, καὶ μετὰ πλείονος ἀσφαλείας. Καὶ ἐν τοσούτοις ὢν κατὰ τὸ μεσονύκτιον, ὅτε καὶ οἱ σφόδρα ἐγηγερμένοι καθεύδουσιν, ἑτέρου δεσμοῦ χαλεπωτέρου, τοῦ ὕπνου ἐπικειμένου, ᾖδον καὶ ὕμνουν τὸν Κύριον. Τί τούτων γένοιτ' ἂν τῶν ψυχῶν ἀδαμαντινώτερον; Ἐνενόουν ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ· ἴσως ἐλογίζοντο, ὅτι Ἡμεῖς