43
οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς». 2.3.82 Ὅρα δὴ καὶ ἐνταῦθα τίνα τρόπον οἱ καταλειφθέντες πάλιν ἐπὶ τῆς γῆς, τῆς λοιπῆς ἁπάσης ἐρήμου γενησομένης, μόνοι πληθυνθήσεσθαι λέγονται. εἶεν δ' ἂν καὶ οὗτοι οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, ἐξ Ἑβραίων εἰς πάντας ἀνθρώπους προελθόντες, οἳ καὶ δίκην σπέρματος καταλειφθέντες πολύχουν προσήνεγκαν τὸν καρπόν, τὰς καθ' ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἐκκλησίας. καὶ θέα γε, ὡς κατὰ τὸ αὐτό φησιν, τούτους μὲν πληθυνθήσεσθαι μόνους καταλειφθέντας ἐκ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως, ἐκείνους γε μὴν πάμπαν ἐρήμους ἔσεσθαι. 2.3.83 «ἡ γῆ» γὰρ αὐτῶν, φησίν, «καταλειφθήσεται ἔρημος». τοῦτο δὲ καὶ ἀνωτέρω αὐτοῖς ἐλέγετο ὑπὸ τοῦ αὐτοῦ προφήτου, κατὰ τὸ «ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν». 2.3.84 πότε δὲ καὶ ταῦτα ἐπληροῦτο ἢ ἀπὸ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν; ἕως μὲν γὰρ οὐδέπω τὰς κατ' αὐτοῦ τετολμήκεσαν δυσσεβείας, οὐκ ἦν ἡ γῆ αὐτῶν ἔρημος, οὐδὲ αἱ πόλεις πυρίκαυστοι, οὐδὲ τὴν χώραν αὐτῶν ἀλλότριοι κατήσθιον· ἀπὸ δὲ τῆς ἐνθέου φωνῆς ἐκείνης, δι' ἧς τὸ μέλλον αὐτοῖς ἔσεσθαι προυθέσπισεν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, εἰπών «ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος», ἐξ ἐκείνου καὶ οὐ μετ' οὐ πολὺ τῆς προρρήσεως πολιορκηθέντες ὑπὸ Ῥωμαίων εἰς ἔρημον κατέστησαν. 2.3.85 καὶ τό γε αἴτιον τῆς ἐρημώσεως αὐτῶν ὁ προφητικὸς λόγος ἀπελέγχει, μονονουχὶ σαφῶς διερμηνεύων, καὶ τὴν αἰτίαν τῆς ἀποπτώσεως αὐτῶν παριστάς. ἐπειδὴ γὰρ τοῦ σωτῆρος ἡμῶν διδάσκοντος ἐν αὐτοῖς ἀκούσαντες ὠσὶ διανοίας οὐκ ἤκουσαν, οὐδὲ συνῆκαν ὅστις ἦν, ἰδόντες δὲ αὐτὸν σαρκὸς ὀφθαλμοῖς, τοῖς τῆς ψυχῆς οὐ τεθέανται, ἐπάχυνάν τε ἑαυτῶν τὴν καρδίαν, καὶ μονονουχὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἔμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν, ὥς φησιν ἡ προφητεία, τούτου χάριν ἐρημωθήσεσθαι αὐτῶν, φησί, τὰς πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ τὴν γῆν γενήσεσθαι ἔρημον, βραχεῖς δέ τινας ἐξ αὐτῶν ὑπολειφθήσεσθαι, δίκην γονίμου καὶ ζωπύρου σπέρματος πεφυλαγμένους, οἳ καὶ εἰς πάντας προελθόντες ἀνθρώπους πληθυνθήσεσθαι ἐπὶ τῆς γῆς λέγονται. 2.3.86 πλὴν ἀλλὰ καὶ μετὰ τὴν πρόοδον τούτων αὐτῶν, δηλαδὴ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, ἔτι φησὶν ἐπ' αὐτῆς τῆς Ἰουδαίας χώρας διαμεῖναι «τὸ ἐπιδέκατον», καὶ μετὰ ταῦτα αὖθις ἔσεσθαι αὐτοὺς «εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅτ' ἂν ἐκπέσῃ τῆς θήκης αὐτῆς». παρίστησι δέ, ὡς οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι μετὰ τὴν πρώτην πολιορκίαν, ἣν κατὰ τοὺς τῶν ἀποστόλων χρόνους καὶ κατὰ Ῥωμαίων αὐτοκράτορα Οὐεσπασιανὸν ἱστοροῦνται πεπονθέναι, αὖθις ἐπὶ Ἀδριανοῦ δεύτερον πολιορκηθέντες παντελῶς εἴρχθησαν τοῦ τόπου, ὡς μηδὲ τοῦ ἐδάφους τῆς Ἱερουσαλὴμ ἐπιβαίνειν ἐπι τρέπεσθαι. τοῦτο δ' οὖν αἰνιττόμενός φησιν· «καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ βάλανος ὅτ' ἂν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς». 2.3.87 λθʹ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, φάγεται βούτυρον, καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς». 2.3.88 Ἐνταῦθα τὴν δηλουμένην ἡμέραν ἐπιζητήσας, εὕροις ἂν τὸν χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. εἰπὼν γὰρ ὁ προφήτης «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν», καὶ πλεῖστα διὰ μέσου, θεσπίζει περὶ τῶν κατὰ τὴν αὐτὴν ἡμέραν, τοῦτ' ἔστιν ἀμφὶ τὸν χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας, γενησομένων. 2.3.89 δυνάμεις γὰρ ἀοράτους καὶ νοητούς τινας ἐχθροὺς καὶ πολεμίους, «μυίας» καὶ «μελίσσας» νόμοις ἀλληγορίας ὀνομαζομένους, ἐπιβήσεσθαι τῇ τῶν Ἰουδαίων χώρᾳ φησίν, καὶ τὸν κύριον «ξυρῷ» τῶν πολεμίων, ὡς ἂν μεγάλου σώματος, τοῦ Ἰουδαίων ἔθνους «τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα» καὶ πάντα συλλήβδην εἰπεῖν τὸν κόσμον αὐτῶν ξυρήσειν. 2.3.90 τούτων δ' ἐσομένων ἐν τῇ θεσπιζομένῃ ἡμέρᾳ τοῦ ἐκ τῆς παρθένου