43
λεπτομερεῖς καὶ ὑποβεβηκυίας ἀρχὰς εἰπεῖν ἐπ' ὀνόματος, ταξιάρχας καὶ λοχαγοὺς ἑκατοντάρ χους τε καὶ χιλιάρχους καὶ εἴ τινες ἄλλαι τῶν κατὰ μέρος δυναστειῶν ὠνομασμέναι εἰσὶ πάσας διεξελθὼν τῷ λόγῳ τῆς πάντων κρατούσης καὶ πᾶσαν τὴν δύναμιν διεπούσης ἀρχῆς μηδεμίαν μνήμην ποιήσαιτο, οὐ δι' ὑπεροψίαν ἢ λήθην τὴν ὑπερέχουσαν ἀρχὴν σιωπήσας, ἀλλ' ὅτι μόνον τὴν ὑπήκοόν τε καὶ ὑποχείριον τάξιν διεξελθεῖν ἢ προσταχθεὶς ἢ προ θέμενος ὑβρίσειεν ἂν ἐν τῇ τῶν ὑποκειμένων μνήμῃ συμ περιλαβὼν καὶ τὴν ἄρχουσαν, οὕτω μοι δοκεῖ καὶ ὁ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόρρητα Παῦλος, ὅτε ἁρπαγεὶς ἐν αὐτῷ ἐγένετο καὶ τῶν ὑπερουρανίων θαυμάτων θεατὴς καταστὰς τὰ ἀνθρώποις ἄρρητα καὶ εἶδε καὶ ἤκουσεν, οὗτος τὰ ἐν τῷ κυρίῳ κτισθέντα διδάξαι προθέμενος, ἐπειδὴ διεξῆλθε ταῦτα τῷ λόγῳ, περιληπτικαῖς τισι φωναῖς δια δραμὼν τὴν ἀγγελικὴν καὶ ὑπερκόσμιον δύναμιν, ἔστησεν ἐν τοῖς μνημονευθεῖσι τὸν λόγον, τῶν ὑπὲρ τὴν κτίσιν οὐδὲν εἰς τὸν κατάλογον τῶν κτιστῶν καθελκύσας, ὡς ἐκ τούτου σαφῶς ἄνω τῆς κτίσεως εἶναι τὸ πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς γραφῆς μαρτυρεῖσθαι. Εἰ δέ τις ἀνατρέποι τὸν λόγον ὡς οὐδὲ τῶν Χερουβὶμ 1.1.309 ὑπὸ τοῦ Παύλου μνημονευθέντων, ἀλλὰ καὶ τούτων μετὰ τοῦ πνεύματος ἐν τῇ τῶν γεγονότων ἀπαριθμήσει σιωπη θέντων, καὶ κατασκευάζοι διὰ τοῦ παραλελεῖφθαι τὴν περὶ τούτων μνήμην ἢ καὶ ταῦτα ὑπὲρ τὴν κτίσιν ἢ μηδὲ τὸ πνεῦμα δεῖν οἴεσθαι, λογισάσθω τὴν τῶν ἀπηριθμημένων διάνοιαν, καὶ τὸ παρεῖσθαι δοκοῦν, ὅτι μὴ ἐξ ὀνόματος ἡ 1.1.310 μνήμη γέγονεν, ἐν τοῖς εἰρημένοις κατόψεται· ὁ γὰρ θρό νων μνημονεύσας ἄλλῳ ὀνόματι τὰ Χερουβὶμ διηγήσατο, τῇ γνωριμωτέρᾳ προσηγορίᾳ τὸ ἀσαφὲς τῆς Ἑβραΐδος ἐξ ελληνίσας. καθῆσθαι γὰρ τὸν θεὸν ἐπὶ τῶν Χερουβὶμ ἀκούσας τὰς δυνάμεις ταύτας τοῦ ἐπ' αὐτῶν καθεζομένου θρόνους ὠνόμασεν· ὡσαύτως δὲ καὶ τὰ παρὰ τῷ Ἠσαΐᾳ Σεραφίμ, παρ' ὧν ἐναργῶς τὸ τῆς τριάδος ἐκηρύχθη μυ στήριον, ὅτε τὴν "1ἅγιος"2 φωνὴν τὸ ἐν ἑκάστῳ τῶν ἐν τῇ τριάδι κάλλος καταπλησσόμενα θαυμαστικῶς ἐξεβόησαν, περιείληπται τῷ καταλόγῳ τῶν μνημονευθέντων, τῇ προση γορίᾳ τῶν "1δυνάμεων"2 ὀνομασθέντα παρά τε τοῦ μεγάλου 1.1.311 Παύλου καὶ πρὸ τούτου παρὰ τοῦ προφήτου ∆αβίδ. ὁ μὲν γάρ φησιν· Εὐλογεῖτε τὸν κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ, ὁ δὲ Ἠσαΐας ἀντὶ τοῦ "1εὐλο γεῖτε"2 εἰπεῖν τὰ ῥήματα τῆς εὐλογίας ἀνέγραψεν· Ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. τὸ δὲ λειτουργοὺς εἶναι τὰς δυνάμεις ταύτας <τὰς> ποιούσας τὸ θέλημα τοῦ θεοῦ διὰ τῆς γενομένης ἁμαρτιῶν καθάρσεως κατὰ τὸ βούλημα τοῦ ἀποστείλαντος παρ' ἑνὸς τῶν Σεραφὶμ ὑπῃνίξατο· αὕτη γάρ ἐστιν ἡ λειτουργία τῶν πνευμάτων τούτων, ἐπὶ σωτηρίᾳ τῶν σῳζομένων ἐκπέμπεσθαι. 1.1.312 ἅ μοι δοκεῖ κατανοήσας ὁ θεῖος ἀπόστολος καὶ μαθὼν ὅτι τὸ αὐτὸ πρᾶγμα παρὰ τῶν δύο προφητῶν ἐν διαφόροις ταῖς προσηγορίαις σημαίνεται, τὴν γνωριμωτάτην τῶν φωνῶν ἐκλεξάμενος "1δυνάμεις"2 τὰ Σεραφὶμ ὠνόμασεν, ὡς μηδεμίαν ἀφορμὴν τοῖς συκοφάνταις καταλελεῖφθαι τοῦ κατὰ τὸ ἴσον τούτων ἑνὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ καταλόγῳ τῆς 1.1.313 κτίσεως περιειλῆφθαι λέγειν. τὰ μὲν γὰρ εἴρηται, καθὼς ἀποδέδεικται, τὰ δὲ σεσιώπηται, καθὼς ἔστιν ἐκ τῶν κατει λεγμένων ὑπὸ τοῦ Παύλου μαθεῖν τοῦ πᾶσαν μὲν πλη θυντικῶς ἀπαριθμησαμένου τὴν κτίσιν; τῶν δὲ μοναδικῶς λεγομένων οὐδενὸς μνημονεύσαντος. τοῦτο γὰρ ἴδιον τῆς ἁγίας τριάδος ἐστί, τὸ μοναχῶς ἐξαγγέλλεσθαι, εἷς πατὴρ καὶ εἷς υἱὸς καὶ ἓν πνεῦμα ἅγιον. τὰ δὲ εἰρημένα πάντα ἐν πλήθει κατείλεκται, ἀρχαὶ καὶ ἐξουσίαι καὶ κυριότητες καὶ δυνάμεις, ὡς μηδεμίαν παρέχειν ὑπόνοιαν τοῦ ἓν τού των εἶναι καὶ τὸ πνεῦμα τὸ ἅγιον. 1.1.314 Ἀλλὰ Παῦλος μὲν σιωπᾷ τὰ ἀπόρρητα, καὶ καλῶς ποιεῖ· οἶδε γὰρ ἀκούειν μὲν ἐν παραδείσῳ τὰ ἄρρητα ῥή ματα, φείδεσθαι δὲ τῆς τῶν ἀνεκφωνήτων ἐξαγορεύσεως, ὅταν περὶ τῶν κατωτέρων ποιῆται τὸν λόγον. οἱ δὲ τῆς ἀληθείας πολέμιοι καὶ τῶν ἀρρήτων κατατολμῶσι, τὸ μεγα λεῖον τοῦ πνεύματος τῷ ταπεινῷ