1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

43

τοῦ νοουμένου διάστημα· τὸ δὲ διάστημα οὐδὲν ἄλλο ἢ κτίσις ἐστίν. ἐκεῖνο δὲ τὸ ἀγαθόν, ὃ ζητεῖν τε καὶ φυλάττειν ἐμά θομεν καὶ ᾧ συνάπτεσθαι καὶ προσκολλᾶσθαι συνεβουλεύθη μεν, ἄνω ὂν τῆς κτίσεως ἄνω ἐστὶ τῆς καταλήψεως. ἡ γὰρ ἡμετέρα διάνοια τῇ διαστηματικῇ παρατάσει ἐνδιο δεύουσα πῶς ἂν καταλάβοι τὴν ἀδιάστατον φύσιν; ἄνεισιν διὰ τοῦ χρόνου κατὰ ἀνάλυσιν ἀεὶ διερευνωμένη τὰ τῶν 5.413 εὑρισκομένων πρεσβύτερα. καὶ τὰ μὲν γινωσκόμενα πάντα διὰ τῆς πολυπραγμοσύνης παρέδραμε, τὴν δὲ τοῦ αἰῶνος ἔννοιαν παραδραμεῖν οὐδεμίαν μηχανὴν ἐξευρίσκει, ὅπως ἂν ἔξω ἑαυτὴν στήσειε καὶ ὑπερθείη τοῦ προθεωρουμένου τῶν ὄντων αἰῶνος. ἀλλ' ὥσπερ ὁ ἐπί τινος εὑρεθεὶς ἀκρω ρείας (ὑποκείσθω δὲ πέτρα τις εἶναι λεία καὶ ἀπότομος, κάτωθεν ἐν ὀρθίῳ τε καὶ περιεξεσμένῳ τῷ σχήματι εἰς ἄπειρον μῆκος ἀνατεινομένη καὶ ἄνωθεν ἐπὶ τοῦ ὕψους τὴν ἄκραν ἐκείνην ἀνέχουσα τὴν ἐν τῇ προβολῇ τῆς ὀφρύος εἴς τι βάθος ἀχανὲς κατακύπτουσαν)· ὅπερ οὖν εἰκὸς παθεῖν τὸν ἄκρῳ τῷ ποδὶ τῆς ἐπινευούσης τῷ βάθει ῥαχίας ἐπιψαύοντα καὶ οὐδεμίαν ἔτι οὔτε τῷ ποδὶ βάσιν οὔτε τῇ χειρὶ ἀντίληψιν ἐξευρίσκοντα, τοῦτό μοι καὶ ἡ ψυχὴ παρελθοῦσα τὸ ἐν τοῖς 5.414 διαστηματικοῖς νοήμασι βάσιμον ἐν τῇ ζητήσει τῆς προαιω νίου τε καὶ ἀδιαστάτου φύσεως πάσχει. οὐκ ἔχουσά τι, οὗ περιδράξηται, οὐ τόπον, οὐ χρόνον, οὐ μέτρον, οὐκ ἄλλο τι τοιοῦτον οὐδέν, ὃ δέχεται τῆς διανοίας ἡμῶν τὴν ἐπίβασιν, ἀλλὰ πανταχόθεν τῶν ἀλήπτων ἀπολισθαίνουσα ἰλιγγιᾷ τε καὶ ἀμηχανεῖ καὶ πάλιν πρὸς τὸ συγγενὲς ἐπιστρέφεται, ἀγαπῶσα τοσοῦτον μόνον γνῶναι περὶ τοῦ ὑπερκειμένου, ὅσον πεισθῆναι, ὅτι ἄλλο τι παρὰ τὴν τῶν γινωσκομένων φύσιν ἐστί. διὰ τοῦτο ὅταν ἔλθῃ εἰς τὰ ὑπὲρ λόγον ὁ λόγος, γίνεται τότε καιρὸς τοῦ σιγᾶν καὶ τῆς ἀφράστου ἐκείνης δυνάμεως ἀνερμήνευτον ἐν τῷ ἀπορρήτῳ τῆς συνειδήσεως ἔχειν τὸ θαῦμα, εἰδότα ὅτι καὶ οἱ μεγάλοι <προφῆται> τὰ ἔργα τοῦ θεοῦ καὶ οὐ τὸν θεὸν ἐλάλουν λέγοντες· Τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου; καὶ ∆ιηγήσομαι πάντα τὰ ἔργα σου καὶ Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου. ταῦτα λαλοῦσι καὶ περὶ τούτων διεξέρχονται καὶ τὴν τῶν γεγονότων ἐξαγόρευσιν τῇ φωνῇ ἐπιτρέπουσιν. ὅταν δὲ περὶ αὐτοῦ τοῦ ὑπερανεστῶτος πάσης ἐννοίας ὁ λόγος ᾖ, σιωπὴν ἄντικρυς, δι' ὧν λέγουσι, νομοθετοῦσι. 5.415 λέγουσι γὰρ ὅτι Τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιω σύνης αὐτοῦ οὐκ ἔστι πέρας. ὢ τοῦ θαύματος! πῶς ἐφοβήθη τῇ τῆς θείας φύσεως θεωρίᾳ προσεγγίσαι ὁ λόγος, ὅς γε οὐδὲ τῶν ἔξωθέν τινος ἐπιθεωρουμένων τὸ θαῦμα κατέλαβεν. οὐ γὰρ εἶπεν, ὅτι τῆς οὐσίας τοῦ θεοῦ πέρας οὐκ ἔστι, τολμηρὸν κρίνων ὅλως τὸ καὶ εἰς ἔννοιαν τοῦτο λαβεῖν, ἀλλὰ τὴν ἐπι θεωρουμένην τῇ δόξῃ μεγαλοπρέπειαν θαυμάζει τῷ λόγῳ. πάλιν δὲ οὐδὲ αὐτῆς τῆς οὐσίας τὴν δόξαν ἰδεῖν ἠδυνήθη, ἀλλὰ τῆς ἁγιωσύνης αὐτοῦ τὴν δόξαν ἐξεπλάγη κατανοήσας. πόσον τοίνυν ἀπέσχε τοῦ τὴν φύσιν, ἥτις ἐστί, περιεργάσασθαι, ὅς γε τὸ ἔσχατον τῶν προφαινομένων θαυμάσαι οὐκ ἤρκεσεν; οὔτε γὰρ τὴν ἁγιωσύνην αὐτοῦ ἐθαύμασεν οὔτε τὴν δόξαν τῆς ἁγιωσύνης, ἀλλὰ τὴν μεγαλοπρέπειαν μόνην τῆς δόξης τῆς ἁγιωσύνης θαυμάσαι προθέμενος καὶ περὶ τὸ ταύτης θαῦμα ἠτόνησεν· οὐ γὰρ διέλαβε τῇ διανοίᾳ τοῦ θαυμαζομένου τὸ πέρας. διό φησι· Τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας. οὐκοῦν ἐν τοῖς περὶ θεοῦ λόγοις, ὅταν μὲν περὶ τῆς οὐσίας ἡ ζήτησις ᾖ, καιρὸς τοῦ σιγᾶν, ὅταν δὲ περί τινος ἀγαθῆς ἐνεργείας, ἧς ἡ γνῶσις καὶ μέχρις ἡμῶν καταβαίνει, τότε λαλεῖν τὰς δυναστείας, ἐξαγγέλλειν τὰ θαύματα, διηγεῖσθαι τὰ ἔργα, μέχρις τούτου κεχρῆσθαι τῷ λόγῳ, ἐν δὲ τοῖς ὑπερέκεινα μὴ ἐφιέναι τῇ κτίσει τοὺς ἰδίους ὅρους ἐκβαίνειν, ἀλλ' ἀγαπᾶν, εἰ ἑαυτὴν 5.416 εἰδείη. οὔπω γὰρ ἔγνω, κατά γε τὸν ἐμὸν λόγον, ἑαυτὴν ἡ κτίσις, οὐδὲ κατέλαβεν τίς ψυχῆς ἡ οὐσία, τίς σώματος ἡ φύσις, πόθεν τὰ ὄντα, πῶς αἱ ἐξ ἀλλήλων γενέσεις, πῶς τὸ μὴ ὂν οὐσιοῦται, πῶς τὸ ὂν εἰς τὸ μὴ ὂν ἀναλύεται, τίς ἡ ἐκ τῶν ἐναντίων κατὰ τὸν κόσμον τοῦτον εὐαρμοστία. εἰ οὖν ἑαυτὴν ἡ κτίσις οὐκ