43
οὐδὲν τοιοῦτον οὐδέπω πεπόνθαμεν. Ἀλλὰ καλῶς ποιῶν ὁ λόγος εἰς ἑτέρους ἡμᾶς πάλιν ἐξήνεγκε δεσμοὺς καὶ δεσμωτήριον ἕτερον. Τί πάθω; βούλομαι σιγῆσαι, ἀλλ' οὐ δύναμαι. Ἕτερον δεσμωτήριον εὗρον ἐκείνου πολλῷ θαυμασιώτερον καὶ ἐκπληκτικώτερον. Ἀλλά μοι διανάστητε, ὡς νῦν ἀρχομένου τοῦ λόγου, καὶ ἀκμαζούσαις προσέλθετε ταῖς διανοίαις. Βούλομαι διακόψαι τὸν λόγον, καὶ οὐκ ἀνέχεται. Καθάπερ γάρ τις μεταξὺ πίνων οὐκ ἂν ἀνάσχοιτο διακόψαι, κἂν ὁτιοῦν τις ἐπαγγέλληται· οὕτω κἀγὼ τῆς κύλικος ἐπιλαβόμενος τῆς θαυμαστῆς τοῦ δεσμωτηρίου τῶν διὰ Χριστὸν δεδεμένων, οὐ δύναμαι παύσασθαι, οὐ δύναμαι σιγῆσαι. Εἰ γὰρ αὐτὸς ἐν δεσμωτηρίῳ καὶ ἐν νυκτὶ οὐκ ἐσίγησεν, οὐδὲ ἐν μάστιξιν, ἐγὼ σιγήσομαι καθήμενος ἡμέρας οὔσης, μετὰ πολλῆς τῆς ἀνέσεως φθεγγόμενος, τῶν δεδεμένων, τῶν μεμαστιγωμένων, τῶν ἐν μέσῃ νυκτὶ τοῦτο μὴ παθόντων; Οἱ παῖδες οὐκ ἐσίγων ἐν καμίνῳ καὶ ἐν πυρί· καὶ ἡμεῖς οὐκ αἰσχυνόμεθα σιγῶντες; Ἴδωμεν οὖν καὶ τοῦτο τὸ δεσμωτήριον. Ἐδέθησαν καὶ ἐνταῦθα, ἀλλ' εὐθέως καὶ ἐκ προοιμίων ἐδείκνυτο, ὅτι οὐκ ἔμελλον καίεσθαι, ἀλλ' ὡς εἰς δεσμωτήριον εἰσιέναι. Τί γὰρ δεσμεῖς τοὺς μέλλοντας φλογίζεσθαι; Ἐδέθησαν, καθὼς Παῦλος, καὶ πόδας καὶ χεῖρας· ἐδέθησαν μετὰ τοσούτου θυμοῦ. Καὶ γὰρ ἐκεῖνος εἰς τὴν ἐσωτέραν ἔβαλε φυλακὴν, καὶ οὗτος ἐπὶ πολὺ καῆναι τὴν κάμινον ἐκέλευσεν. Ἀλλ' ἴδωμεν τὰ μετὰ ταῦτα. Ὑμνούντων ἐκείνων ἐσείετο τὸ δεσμωτήριον, καὶ ἀνεῴχθησαν αἱ θύραι· καὶ τούτων ὑμνούντων ἐλύθη τὰ δεσμὰ καὶ τῶν ποδῶν καὶ τῶν χειρῶν· ἀνεῴχθη τὸ δεσμωτήριον, καὶ ἀνεῴχθησαν αἱ θύραι τῆς καμίνου· δρόσος γὰρ πνεύματος διεσύριζεν. Ἀλλ' ὅμως 62.67 πολλά με περιῤῥεῖ· οὐκ οἶδα ποῖον εἴπω πρῶτον, ποῖον δὲ δεύτερον. ∆ιὸ παρακαλῶ, μή με τάξιν τις ἀπαιτείτω· πολλὴ γὰρ ἡ συγγένεια τῶν πραγμάτων. Ἐλύθησαν οἱ συνδεδεμένοι αὐτοῖς, καὶ ὅμως ἐκάθευδον· ἐνταῦθα δὲ ἀντὶ τούτου γέγονεν ἕτερόν τι· κατεκάησαν οἱ ἐμβαλόντες αὐτούς. Ἀλλ', ὅπερ ἐβουλόμην εἰπεῖν, εἶδε λελυμένους, καὶ προσέπεσεν αὐτοῖς ὁ βασιλεύς· ἤκουσεν ὑμνούντων, καὶ τέσσαρας εἶδε περιπατοῦντας, καὶ ἐκάλεσεν αὐτούς. Καθάπερ οὖν ὁ Παῦλος οὐκ ἐξῆλθε, καίτοι δυνάμενος, ἕως ὁ ἐμβαλὼν ἐκάλεσεν αὐτὸν καὶ ἐξήγαγεν, οὕτως οὐδὲ οἱ τρεῖς παῖδες ἐξῆλθον, ἕως οὗ ὁ ἐμβαλὼν ἐξελθεῖν ἐκέλευσε. Τί ἀπὸ τούτου παιδευόμεθα; Μὴ σπεύδειν ἐν ταῖς ἐπαγωγαῖς, μηδὲ ἐπείγεσθαι ἐν ταῖς θλίψεσι, μήτε πάλιν λυόντων ἐμμένειν. Ἀλλ' οὗτος μὲν προσέπεσε· καὶ γὰρ εἰσελθεῖν ἠδύνατο, ἔνθα ἦσαν οἱ ἅγιοι· ἐκεῖνος δὲ πρὸς τὴν θύραν ἐλθὼν, ἔστη· οὐ γὰρ ἐτόλμα προσελθεῖν εἰς τὸ δεσμωτήριον τὸ ἔνδον, ὅπερ αὐτοῖς διὰ τοῦ πυρὸς κατεσκεύασε. Καὶ θέα μοι τὰ ῥήματα. Οὗτός φησι, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; ἐκεῖνος οὐ μετὰ τοσαύτης μὲν ταπεινοφροσύνης, οὐκ ἔλαττον δὲ φωνὴν ἡδίω ἀφῆκε, Σεδρὰχ, Μισὰκ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε, καὶ δεῦτε. Μεγάλη τιμή· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε, καὶ δεῦτε. Πῶς ἐξέλθωσιν, ὦ βασιλεῦ; δεδεμένους ἐνέβαλες τῷ πυρὶ, τοσοῦτον ἐνεχρόνισαν τῷ πυρὶ χρόνον; Εἰ γὰρ ἀδαμάντινοι ἦσαν, εἰ γὰρ ὕλαι μεταλλικαὶ, καὶ ὕμνον λέγοντες ἐκεῖνον ἅπαντα, οὐκ ἂν ἀπώλοντο; ∆ιὰ τοῦτο μὲν οὖν ἐσώθησαν, ὅτι ὕμνουν. Ἠδέσθη τὴν προθυμίαν αὐτῶν τὸ πῦρ, ᾐδέσθη καὶ τὴν ᾠδὴν τὴν θαυμαστὴν ἐκείνην καὶ τοὺς ὕμνους. Πῶς αὐτοὺς καλεῖς; Προλαβὼν εἶπον, Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου· τοῖς γὰρ τοῦ Θεοῦ δούλοις πάντα δυνατά. Εἰ γὰρ ἀνθρώπων εἰσὶ δοῦλοί τινες, καὶ ἐν τοῖς ἐκείνων οὐχ ἧττον ἰσχύουσι καὶ κρατοῦσι καὶ διατάττονται, πολλῷ μᾶλλον οἱ τοῦ Θεοῦ δοῦλοι. Τὴν ἡδίστην φωνὴν ἐκάλεσεν· ᾔδει τούτῳ μάλιστα κολακεύων αὐτούς. Εἰ γὰρ ἵνα δοῦλοι τοῦ Θεοῦ μένωσιν, εἰς πῦρ ἐνέβησαν, οὐκ ἦν αὐτοῖς ἑτέρα φωνὴ ταύτης ἡδίων· οὐκ ἂν, εἰ βασιλεῖς αὐτοὺς ἐκάλεσεν, οὐκ ἂν, εἰ τῆς οἰκουμένης δεσπότας, οὕτως ἂν αὐτοὺς ηὔφρανεν, ὡς ὅτε εἶπεν, Οἱ δοῦλοι Θεοῦ τοῦ ὑψίστου. Καὶ τί θαυμάζεις; Τῇ γὰρ μεγάλῃ πόλει, τῇ κρατούσῃ τῆς οἰκουμένης, καὶ μέγα φρονούσῃ ἐπ' ἀξιώμασιν, ὡς ἀντίῤῥοπον πρὸς ἀξίαν, μᾶλλον δὲ πολλῷ