1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

44

γενησομένου, τὸν καταλειφθέντα ἄνθρωπον ἐκ τῆς τοῦ παντὸς ἔθνους ἀπωλείας, τοῦτ' ἔστιν πάντα τὸν ἐξ αὐτῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότα, θρέψειν «δάμαλιν βοῶν καὶ δύο πρόβατα» προφητεύει, «ἀπό τε τοῦ πλεῖστον ποιεῖν γάλα», «φάγεσθαι βούτυρον καὶ μέλι». νοήσεις δὲ καὶ ταῦτα κατὰ μυστικὴν θεωρίαν ἐπὶ τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τετελεσμένα. 2.3.91 ὧν ἕκαστος, ἐν αἷς σὺν τῇ τοῦ Χριστοῦ δυνάμει συνεστήσατο ἐκκλησίαις, δύο πρόβατα, τοῦτ' ἔστιν δύο τάγματα δίκην προβάτων ἐπὶ τὴν τοῦ Χριστοῦ ποίμνην συνιόντα, τὸ μὲν εἰσέτι στοιχειούμενον, τὸ δ' ἤδη διὰ τοῦ λουτροῦ πεφωτισμένον, καὶ ἐπὶ τούτοις μίαν «δάμαλιν» τὴν ἐκκλησιαστικὴν τῶν προέδρων ἀρχὴν ταῖς ἐνθέοις καὶ λογικαῖς τροφαῖς ἐκθρέψας, γόνιμον ἐξ αὐτῶν «γάλα» καὶ «μέλι», τῆς πονηθείσης αὐτῷ τροφῆς τὸν καρπόν, ἀπηνέγκατο. 2.3.92 ὅπως μὲν οὖν τὰ τῶν ἀτελεστέρων πλήθη προβάτοις εἴωθεν ὁ θεῖος ἀφομοιοῦν λόγος, οὐδὲν δεῖ λέγειν, πάσης γραφῆς τοῦτο διδασκούσης· τὸν δέ γε ἐντελέστερον καὶ τοὺς πολλοὺς γεωργοῦντα τῆς ἐκκλησίας ἡγούμενον ὅπως τῷ γεωπόνῳ τῶν βοῶν παραβάλλει, συνίστησιν ὁ ἱερὸς ἀπόστολος, λέγων· 2.3.93 «μὴ τῶν βοῶν μέλει τῷ θεῷ, ἢ δι' ἡμᾶς πάντως λέγει; ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχειν». 2.3.94 Εἰ δὲ προσκόπτοι τις ταῖς τοιαῖσδε τροπολογίαις, ὥρα τοῦτον μηδὲ τὰς ὀνομαζομένας μυίας ἢ μελίσσας μηδὲ τὸ ξυρὸν μηδὲ τὸν πώγωνα μηδὲ τὰς τρίχας τῶν ποδῶν κατὰ διάνοιαν θεωρεῖν, εἰς ἀτόπους δὲ καὶ ἀσυστάτους ἐκπίπτειν μυθολογίας. εἰ δ' ἀνάγκη ταῦτα μὴ ἄλλως ἢ κατὰ μόνην θεωρίαν δέχεσθαι, δῆλον ὅτι καὶ τὰ ἀκόλουθα παραπλησίως. 2.3.95 μʹ. «Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν ἔσονται ἀριθμός, καὶ παιδίον μικρὸν γράψει αὐτούς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν τοῦ Ἰσραήλ, καὶ οἱ διασωθέντες τοῦ Ἰακὼβ οὐκέτι πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ ἀναστρέψει τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐπὶ θεὸν ἰσχύοντα. 2.3.96 καὶ ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ». 2.3.97 Κἀνταῦθα πρόσσχες, ὅτι ἐν τῇ τῶν σκυθρωπῶν ἀπειλῇ, φησίν, «ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν ἀριθμὸς ἔσται, καὶ παιδίον μικρὸν γράψει αὐτούς». δι' ὧν τὸ σπάνιον τῶν φευξομένων τὸν ὄλεθρον τοῦ ἐκ περιτομῆς λαοῦ καὶ τὸν τῆς Ἱερουσαλὴμ ἐμπρησμὸν παρίστησιν. «οἱ δὲ καταλειφθέντες» οὗτοι, φησίν, «ἀριθμὸς ἔσονται», 2.3.98 τοῦτ' ἔστιν ἀριθμῷ ληπτοὶ γενήσονται, οὕτω βραχεῖς καὶ εὐαρίθμητοι ὄντες. τοσοῦτοι δ' οὖν ὡς ἐν συγκρίσει τοῦ παντὸς πλήθους τοῦ Ἰουδαίων ἔθνους οἱ εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότες γεγόνασιν, οἳ καὶ κατηξιώθησαν τῆς ὑπ' αὐτοῦ γραφῆς, ὡς δηλοῖ φάσκων ὁ λόγος· «καὶ παιδίον γράψει αὐτούς», προδιδάξας, ὅ τι ποτὲ ἦν τὸ παιδίον, ἐν οἷς ἔλεγεν· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν», 2.3.99 καὶ «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα». καὶ ἐπειδήπερ ἐνταῦθα «παιδίον», φησίν, «γράψει αὐτούς», εἰκότως ἐν τοῖς πρόσθεν ἐλέγετο καὶ «ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωήν». ὥσπερ γοῦν ἐν ἐκείνοις «τὸ καταλειφθὲν» ὠνόμαστο, οἱ δ' αὐτοὶ «γραφέντες» ἦσαν «εἰς ζωήν», οὕτως καὶ ἐνταῦθα «οἱ καταλειφθέντες ἀπ' αὐτῶν ἀριθμὸς ἔσονται καὶ παιδίον γράψει αὐτούς». 2.3.100 τοῦτο δὲ τὸ «καταλειφθὲν ἐκ τοῦ Ἰσραὴλ καὶ οἱ διασωθέντες ἀπὸ τοῦ Ἰακὼβ οὐκέτι», φησίν, ἔσονται «πεποιθότες ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ