44
τῆς κτίσεως καθυβρίζοντες, ὥσπερ οὐκ ἀκηκοότες, ὅτι αὐτὸς ὁ θεὸς λόγος παραδιδοὺς τοῖς μαθηταῖς τὸ τῆς θεογνωσίας μυστήριον ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῖς ἀναγεννωμένοις εἶπε τὴν ζωὴν καὶ συμπληροῦσθαι καὶ παραγίνεσθαι, καὶ διὰ τοῦ συντάξαι τῷ πατρὶ καὶ ἑαυτῷ τῆς περὶ τὴν 1.1.315 κτίσιν ὑπονοίας τὸ πνεῦμα ἐχώρισεν· ὡς ἐξ ἀμφοτέρων εὐσεβῆ καὶ πρέπουσαν γίνεσθαι περὶ αὐτοῦ τὴν ὑπόληψιν, Παύλου μὲν ἐν τῇ μνήμῃ τῆς κτίσεως τὴν τοῦ πνεύματος φύσιν ἀποσιγήσαντος, τοῦ δὲ κυρίου ἐν τῇ μνήμῃ τῆς ζωο ποιοῦ δυνάμεως τὸ πνεῦμα τὸ ἅγιον τῷ πατρὶ καὶ ἑαυτῷ συναρμόσαντος. οὕτως ἡμῖν ὁ λόγος διὰ τῆς ἁγίας γραφῆς ὁδηγούμενος ὑπερτίθησι μὲν τῆς κτίσεως τόν τε μονογενῆ καὶ τὸ πνεῦμα τὸ ἅγιον, κατὰ δὲ τὴν τοῦ σωτῆρος ἀπό φασιν ἐν τῇ μακαρίᾳ τε καὶ ζωοποιῷ καὶ ἀκτίστῳ φύσει 1.1.316 θεωρεῖν διὰ πίστεως ὑποτίθεται· ὥστε τὸ ἄνω τῆς κτίσεως καὶ τῆς πρωτευούσης καὶ διὰ πάντων τελείας φύσεως εἶναι πιστευόμενον μηδενὶ τρόπῳ τὸν τῆς ἐλαττώσεως παραδέχεσθαι λόγον, κἂν ὁ τῆς αἱρέσεως προστάτης περι κόπτῃ τὸ ἀόριστον, ἐν τῇ τοῦ ἐλάττονος ἐπινοίᾳ οἱονεὶ δια κολοβῶν καὶ συστέλλων τῆς θείας οὐσίας τὴν τελειότητα ἐν τῷ τὸ μεῖζον καὶ τὸ ἔλαττον αὐτοῖς ἐνθεωρεῖν διορί ζεσθαι. 1.1.317 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκο πήσωμεν. μετὰ τὸ εἰπεῖν· 20ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰς μὲν πρώτην ἐπέχειν τάξιν κατά τινα μεγέ θους καὶ ἀξίας διαφορὰν ἐν τῇ προτιμήσει τε ταγμένας, τὰς δὲ ἐν δευτέροις διὰ τὸ ὑποβε βηκὸς τῆς φύσεώς τε καὶ τῆς ἀξίας ἀπεωσμένας20, 1.1.318 ταῦτα ἐπήγαγεν· 20πρὸς τοσαύτην20 φησὶν 20ἐξικνεῖσθαι διαφοράν, πρὸς ὁπόσην ἂν ἐξικνῆται τὰ ἔργα, ἐπεὶ μηδὲ θεμιτὸν τὴν αὐτὴν ἐνέργειαν εἰπεῖν, καθ' ἣν τοὺς ἀγγέλους ἐποίησεν ἢ τοὺς ἀστέρας καὶ τὸν οὐρανὸν ἢ τὸν ἄνθρωπον, ἀλλ' ὅσῳ τὰ ἔργα τῶν ἔργων πρεσβύτερα καὶ τιμιώτερα, τοσούτῳ καὶ τὴν ἐνέργειαν τῆς ἐνεργείας ἀναβεβηκέναι φαίη ἄν τις περὶ τούτου διαβεβαιούμενος, ἅτε δὴ τῶν αὐτῶν ἐνεργειῶν τὴν ταυτότητα τῶν ἔργων ἀποτε λουσῶν καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγ μένας καὶ τὰς ἐνεργείας ἐμφαινόντων20. 1.1.319 Ταῦτα τοίνυν ἐγὼ μὲν ὑπολαμβάνω μηδὲ αὐτὸν τὸν συγγραφέα δύνασθαι ἂν εὐπόρως εἰπεῖν ὅ τι ποτὲ νοήσας συνέγραψεν· οὕτως ἀνατεθόλωται τῇ ἰλύϊ τῆς φράσεως ἡ διάνοια τῶν εἰρημένων, ὡς μηδένα ἂν διϊδεῖν εὐκόλως ἐν τῷ βορβόρῳ τῆς ἑρμηνείας δυνηθῆναι τὸ βούλημα. τὸ γὰρ 20πρὸς τοσαύτην ἐξικνεῖσθαι διαφοράν20, πρὸς 20ὁπόσην ἂν ἐξικνῆται τὰ ἔργα20, Λοξίου τινὸς κατὰ τὸν ἔξωθεν μῦθον ὑπονοήσειεν ἄν τις εἶναι πρὸς ἀπάτην 1.1.320 τῶν ἀκουόντων φληναφουμένου. εἰ δὲ χρὴ τοῖς προεξη τασμένοις ἑπόμενον καὶ τῶν ἐνταῦθα αὐτῷ κατασκευαζο μένων στοχάζεσθαι, τοῦτό ἐστιν ὃ ἐνδείκνυται, ὅτι ὅση τῶν ἔργων ἡ πρὸς ἄλληλά ἐστι παραλλαγή, τοσαύτη καὶ τῶν ἐνεργειῶν ἡ διαφορὰ πρὸς ἀλλήλας ἐπιγνωσθήσεται. περὶ τίνων τοίνυν 20ἔργων20 ἐνταῦθα ποιεῖται τὸν λόγον, οὐκ ἔστιν 1.1.321 ἐκ τῶν εἰρημένων εὑρεῖν. εἰ μὲν γὰρ περὶ τῶν ἐν τῇ κτίσει λέγει θεωρουμένων, οὐκ οἶδα ποίαν ἀκολουθίαν ἔχει ταῦτα πρὸς τὰ προάγοντα. τῆς γὰρ ζητήσεως περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος οὔσης, τίνα καιρὸν ἔχει γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ καὶ τὰς τῶν ζῴων διαφορὰς φυσιολογεῖν καὶ διεξιέναι τῷ λόγῳ καὶ διαγράφειν 20ἔργα ἔργων πρεσβύτερα καὶ τιμιώτερα καὶ ἐνέρ γειαν ἐνεργείας ἀναβεβηκέναι20 λέγειν 20εὐλόγως 1.1.322 διανοούμενον20; εἰ δὲ τὸν μονογενῆ υἱὸν καὶ τὸ ἅγιον πνεῦμα προσαγορεύει τὰ 20ἔργα20, τίνας λέγει πάλιν τὰς τῶν ἐνεργειῶν διαφοράς, δι' ὧν τὰ ἔργα ταῦτα ἀποτελεῖται; τίνες δὲ κἀκεῖναι αὖ αἱ ἐνέργειαι αἱ τὰς ἐνεργείας ἀνα 1.1.323 βαίνουσαι; οὔτε γὰρ τὴν ἀνάβασιν ἣν 20ἀναβαίνει20, καθώς φησιν αὐτός, ἡ ἐνέργεια τὴν ἐνέργειαν, ὅ τι ποτὲ νοεῖ διε σάφησεν, οὔτε τι περὶ τῆς φύσεως τῶν ἐνεργειῶν διελέχθη, ἀλλ' ἐπ' οὐδενὸς μέχρι τοῦ νῦν βέβηκεν ὁ λόγος αὐτῷ, οὔτε τὸ οὐσιωδῶς ὑφεστάναι κατασκευάζων οὔτε θελή ματός τινα κίνησιν ἀνυπόστατον ἐνδεικνύμενος. δι' ὅλου γὰρ ἡ διάνοια τῶν