1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

44

οἶδε, τὰ ὑπὲρ ἑαυτὴν πῶς διηγήσεται; οὐκοῦν καιρὸς τοῦ ταῦτα σιγᾶν· κρείττων γὰρ ἐν τούτοις ἡ σιωπή. καιρὸς δὲ τοῦ λαλεῖν, δι' ὧν ὁ βίος ἡμῖν πρὸς ἀρετὴν ἐπιδίδωσιν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΟΜΙΛΙΑ Ηʹ

Καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι. τίς ἄρα οὕτως ἔσται τὴν ἀκοὴν κεκαθαρμένος, ὥστε καθαρῶς δέξασθαι τὸν περὶ τοῦ φιλῆσαι λόγον, μηδὲν τῆς ῥυπαρᾶς φιλίας ἑαυτῷ συνεισφέροντα; τάχα καὶ τὰ ἡμέτερα ὦτα χρῄζει τῶν 5.417 δακτύλων τοῦ Ἰησοῦ, ἵνα διὰ τῆς θείας ἐπαφῆς τοῦ ἀληθινοῦ λόγου ἐλευθερωθῇ παντὸς ῥύπου τοῦ τὴν ἀκοὴν ἐμφράσσοντος ἡ ἀκουστικὴ τῆς ψυχῆς ἡμῶν δύναμις, ὥστε καὶ συνιέναι τὴν ἐπαινετὴν φιλίαν καὶ τῇ ψυχῇ παραδέξασθαι, τίς ὁ καιρὸς τοῦ φιλῆσαι καὶ τίς ὁ καιρὸς τοῦ μισῆσαι. οὐκ οἶμαι τοῦτον ἄλλον εἶναι καιρὸν πλὴν τοῦ συμφέροντος. ἡ γὰρ ἀφ' ἑκατέρου τούτων ὠφέλεια, κατά γε τὴν ἐμὴν κρίσιν, ἡ εὐκαιρία τῆς χρήσεως ἀμφοτέρων ἐστίν, ὡς εἴ γε ἔξω τοῦ λυσιτελοῦντος γένοιτο, ἔξω ἂν εἴη καὶ τοῦ καιροῦ τὸ γινόμενον. Πρότερον δέ, οἶμαι, χρὴ νοῆσαι τῶν δύο τούτων ῥημάτων τὸ σημαινόμενον, τοῦ φιλῆσαι λέγω καὶ τοῦ μισῆσαι, ἵν' οὕτως καὶ τὴν εὔκαιρον αὐτῶν χρῆσιν τῷ λόγῳ κατανοήσω μεν. φίλτρον ἐστὶν ἡ ἐνδιάθετος περὶ τὸ καταθύμιον σχέσις δι' ἡδονῆς καὶ προσπαθείας ἐνεργουμένη, μῖσος δὲ ἡ πρὸς τὸ ἀηδὲς ἀλλοτρίωσις καὶ ἡ τοῦ λυποῦντος ἀποστροφή. ἔστι δὲ τούτων ἑκατέρᾳ τῶν διαθέσεων καὶ λυσιτελῶς καὶ ἐπὶ τῶν ἐναντίων χρήσασθαι, καὶ ὡς ἐπίπαν πᾶς ὁ κατ' ἀρετὴν καὶ κακίαν βίος ἐντεῦθεν τὴν ἀρχὴν ἔχει. ὅπου γὰρ ἂν τῇ ἀγάπῃ ῥέψωμεν, ἐκεῖνο ταῖς ψυχαῖς οἰκειούμεθα, καὶ πρὸς ὅπερ ἂν μισητικῶς διατεθῶμεν, τούτου ἀλλοτριούμεθα. εἴτε γὰρ πρὸς τὸ καλὸν εἴτε πρὸς τὸ κακὸν ἡ τῆς ψυχῆς γένοιτο σχέσις, κατακιρνᾶταί πως τῇ ψυχῇ τὸ ἀγαπώμενον. ὅ τι δ' ἂν ᾖ 5.418 καὶ οὗπερ ἂν παρεμπέσῃ διὰ μέσου τὸ μῖσος, τούτου τὸν χωρισμὸν κατειργάσατο, εἴτε τοῦ καλοῦ εἴτε τοῦ χείρονος. οὐκοῦν ἐπισκεπτέον ἂν εἴη, τί μὲν ἀγαπητόν, τί δὲ μισητόν ἐστι τῇ φύσει, ὡς ἂν ἐν καιρῷ τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει χρησάμενοι τῶν τε κακῶν ἀλλότριοι διὰ τοῦ μίσους γενοίμεθα καὶ τῇ φύσει τῶν ἀγαθῶν συγκραθείημεν. καὶ εἴθε τοῦτο πρὸ πάντων ἡ τῶν ἀνθρώπων ἐπαιδεύετο φύσις, τὴν τοῦ καλοῦ λέγω καὶ μὴ τοιούτου διάκρισιν! οὐ γὰρ ἂν ἔσχεν πάροδον κατὰ τῆς ζωῆς ἡμῶν τὰ πάθη, εἰ ἐξ ἀρχῆς τὸ καλὸν ἐγνωρίζομεν. νυνὶ δὲ τὴν ἄλογον αἴσθησιν τοῦ καλοῦ κριτήριον παρὰ τὴν πρώτην ποιούμενοι συντρεφόμεθα τῇ κατ' ἀρχὰς ἐγγινομένῃ περὶ τῶν ὄντων κρίσει καὶ τούτου χάριν δυσ αποσπάστως ἔχομεν τῶν τῇ αἰσθήσει νομισθέντων εἶναι καλῶν, βεβαίαν ἑαυτοῖς τὴν περὶ ταῦτα σχέσιν τῇ συντροφίᾳ ποιήσαντες. καλὸν φαίνεται τοῖς ἀνθρώποις, ὃ τοῖς ὀφθαλμοῖς τινα ἡδονὴν διὰ τῆς εὐχροίας ἐντίθησιν, εἴτε ἐν τῇ ἀψύχῳ ὕλῃ εἴτε ἐν τοῖς ἐμψύχοις θεάμασι. καλὸν τῇ ἀκοῇ τὸ μελῴδη μα, καὶ ἐν τοῖς χυμοῖς τε καὶ ἐν τοῖς ἀτμοῖς τὸ τοιόνδε καλὸν ὁρίζεται τὸ μὲν ἡ γεῦσις, τὸ δὲ ἡ ὄσφρησις. τὸ δὲ πάντων βαρύ τατόν τε καὶ ἀλογώτατόν ἐστιν ἡ ἁφή, δι' ἧς ἡ ἀκόλαστος ἡδονὴ ἐν τῇ τοῦ καλοῦ ψήφῳ προτερεύει τῇ φύσει. ἐπεὶ οὖν αἱ μὲν αἰσθήσεις ἡμῖν εὐθὺς γινομένοις συναποτίκτονται, καὶ ταύ 5.419ς παρὰ τὴν πρώτην ζωὴν συντρεφόμεθα, πολλὴ δέ ἐστι τῇ αἰσθητικῇ δυνάμει πρὸς τὴν ἄλογον ζωὴν ἡ οἰκείωσις· πάντα γὰρ τὰ τοιαῦτα καὶ ἐν τοῖς ἀλόγοις ὁρᾶται· ὁ δὲ νοῦς ἐμποδίζεταί πως πρὸς τὴν οἰκείαν ἐνέργειαν ὑπὸ τῆς νηπιότη τος μήπω χωρούμενος, ἀλλ' ἐκθλίβεται τρόπον τινὰ τῇ ἐπικρατήσει τῆς ἀλογωτέρας αἰσθήσεως· διὰ τοῦτο ἡ πεπλανημένη τε καὶ διημαρτημένη τῆς ἀγαπητικῆς διαθέσεως χρῆσις ἀρχὴ καὶ ὑπόθεσις τοῦ κατὰ κακίαν γίνεται βίου. ἐπειδὴ γὰρ διπλῆ τίς ἐστιν ἡμῖν ἡ φύσις τῷ νοητῷ τε καὶ αἰσθητῷ συγκεκραμένη, διπλῆ κατὰ τὸ ἀκόλουθόν ἐστιν ἡμῖν καὶ ἡ ζωὴ ἑκατέρῳ τῶν ἐν ἡμῖν καταλλήλως