45
Ἰσραήλ». 2.3.101 καὶ ὅρα γε, εἰ μὴ ταύτῃ γε τῇ πεποιθήσει οἱ ἐκ τοῦ Ἰουδαίων ἔθνους προελθόντες οἵ τε ἐκ τῆς ἀποπτώσεως τοῦ Ἰσραὴλ περιλειφθέντες μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, μηδένα λόγον ποιησάμενοι «τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου» ἢ τῶν ἀρχόντων τοῦ ἐκ περιτομῆς λαοῦ τῶν πάλαι ἀδικούντων αὐτούς, ἐξῆλθον εἰς πάντα τὰ ἔθνη κηρύττοντες τὸν Χριστοῦ λόγον, πεποιθήσει τε τῇ πρὸς τὸν θεόν ἐπείπερ κατὰ τὴν προφητείαν «πεποιθότες» ἦσαν «ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐν ἀληθείᾳ», οὐ γὰρ ὑπούλως οὐδὲ μεθ' ὑποκρίσεως, σὺν ἀληθείᾳ δὲ ὅλους ἑαυτοὺς ἐπιδέδονται ἐλπίδι οὐ μόνον προῆλθον τῆς ἑαυτῶν χώρας, ἀλλὰ κατώρθωσαν τὸ προτεθειμένον. 2.3.103 τοῦτο δὲ αὐτὸ πάλιν τὸ καταλειφθὲν οἱονεὶ τὸ σπέρμα τῆς ἀποπτώσεως τοῦ Ἰακὼβ γέγονε πεποιθὸς «ἐπὶ θεὸν ἰσχύοντα», καὶ αὐτὸ δὴ τοῦτο τὸ κατάλειμμα τοῦ παντὸς ἔθνους αὐτῶν, γενομένου «ὡς ἡ ἄμμος τῆς θαλάσσης» ἀλλ' οὐ κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ, τῆς παρὰ τῷ θεῷ σωτηρίας ἠξιώθη, ὥσπερ οὖν ἐμαρτύρησεν ὁ ἀπόστολος εἰπών· «Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται». 2.3.104 δύο γάρ τοι ἐπαγγελιῶν διὰ τοῦ χρησμοῦ τῷ Ἀβραὰμ δεδομένων περὶ τῶν ἐξ αὐτοῦ γενησομένων, ὡς ἄρα ἔσονται κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ κατὰ τὴν ἄμμον τῆς θαλάσσης τῶν μὲν θεοφιλῶν λαμπόντων ὁμοίως τοῖς οὐρανίοις φωστῆρσιν, οἷοι ἦσαν οἱ παλαιοὶ προφῆται καὶ οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἷς ἐμαρτύρησεν εἰπών· «ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου»· τῶν δὲ γηγενῶν καὶ χαμαιπετῶν ἄμμῳ γῆς παραβαλλομένων, 2.3.105 εἰκότως ἐν τούτοις ὁ προφητικὸς λόγος· ἐπὰν τὸ πᾶν πλῆθος τῶν υἱῶν Ἰσραήλ, ἐκπε σούμενον τῆς ἀξίας καὶ τοῦ μεγαλοφυοῦς τῆς ἀρετῆς, ὅλον δι' ὅλου χαμαιπετὲς γενόμενον παραβληθῇ τῇ ἄμμῳ τῆς θαλάσσης, τότε δὴ τὸ κατάλειμμα αὐτῶν μόνον σωθήσεται. περὶ οὗ καταλείμματος πλεῖστα ἡμῖν γεγύμνασται. 2.3.106 ταῦτα δέ φησιν ἔσεσθαι, ἐπὰν αὐτὸς ὁ κύριος συντέμνων καὶ συντελῶν λόγον καθ' ὅλης τῆς οἰκουμένης ποιήσει, ἐναργῶς τὸ εὐαγγελικὸν παριστὰς κήρυγμα, ἐν ᾧ, πάσης τῆς κατὰ Μωσέα περιόδου ἐν εἰκόσι καὶ συμβόλοις καὶ σωματικαῖς θρησκείαις περιαιρεθείσης, ὁ σύντομος τοῦ εὐαγγελίου λόγος εἰς πάντας ἀνθρώπους παραδοθεὶς τῆς προφητείας τὴν ἀλήθειαν ἐπιστώσατο. 2.3.107 μαʹ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι καὶ ζητῆσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ αὐτοῦ, ὃ ἐὰν καταλειφθῇ ὑπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλωνίας, καὶ ἀπὸ Αἰθιοπίας, καὶ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἀπὸ τῶν νήσων τῆς θαλάσσης. καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς». 2.3.108 Πολλάκις τινῶν λεγομένων ἔσεσθαί τι ἐν ἐπισήμῳ ἡμέρᾳ, τοῦτ' 2.3.108 ἔστιν ἐν ἐπιφανείᾳ χρόνου, λογισμῷ συνάγοντες τὴν τῶν δηλουμένων ἀκολουθίαν ἐπὶ τὴν τοῦ θεοῦ παρουσίαν ἀναφέρεσθαι ἀπεδείξαμεν· καθ' ἥν, τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποπεσουμένου, σπανίους τινὰς σωθήσεσθαι τοὺς ἐξ αὐτῶν καταλειφθησομένους οἱ θεῖοι δηλοῦσι λόγοι. 2.3.109 ἥ γε μὴν μετὰ χεῖρας λέξις καὶ τὴν ἡμέραν καὶ τὸν διὰ ταύτης σημαινόμενον χρόνον καὶ τὰ ἐπὶ τούτῳ συμβεβηκότα λευκότατα παρίστησιν· θεσπίζουσα γὰρ τὴν ἐκ σπέρματος τοῦ ∆αβὶδ γενησομένην τοῦ Χριστοῦ γένεσιν ὁμοῦ καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν προαναφωνεῖ. λέγει δὲ οὕτως· 2.3.110 «ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται». Λίβανον δὲ ἐνταῦθα τὴν Ἱερουσαλὴμ αἰνίττεται, ὡς ἐν ἑτέροις ἀπεδείξαμεν, ἣν μετὰ πάντων τῶν ἐν αὐτῇ σεμνῶν καὶ ἐνδόξων πεσεῖσθαι ὁ λόγος ἀπειλεῖ. Καὶ ταῦτά γε