45
εἰρημένων ἐπὶ τοῦ μέσου τῶν ὑπολή ψεων ῥιφεῖσα πρὸς ἑκατέρας τὰς ὑπονοίας μεταρριπίζεται. 1.1.324 Προστίθησι δὲ ὅτι 20οὐδὲ θέμις τὴν αὐτὴν ἐνέρ γειαν εἰπεῖν καθ' ἣν τοὺς ἀγγέλους ἐποίησεν ἢ τοὺς ἀστέρας καὶ τὸν οὐρανὸν ἢ τὸν ἄνθρωπον20. πάλιν ταῦτα ἐκ ποίας ἀνάγκης ἢ ἀκολουθίας τοῖς εἰρημέ νοις ἐπήγαγεν ἢ τί μᾶλλον διὰ τούτων κατασκευάζεται τὸ παρηλλάχθαι τὰς ἐνεργείας κατὰ τοσοῦτον ἀλλήλων, ὅση καὶ τῶν ἔργων ἐστὶν ἡ πρὸς ἄλληλα διαφορά, τῷ μὴ τοῦ αὐτοῦ τυγχάνειν ἔργα τὰ πάντα ἀλλ' ἕτερον ἐξ ἑτέρου γε 1.1.325 γενῆσθαι κατασκευάζειν, ἐγὼ μὲν οὐ συνορῶ. οὐρανὸν γὰρ καὶ ἄγγελον καὶ ἀστέρα καὶ ἄνθρωπον καὶ πάντα, ὅσα ἐστὶν ἐν τῇ κτίσει νοούμενα, ἑνὸς ἔργα τὰ πάντα παρὰ τῆς γρα φῆς μεμαθήκαμεν· ὁ δὲ τοῦ δόγματος αὐτῶν κατασκευάζει λόγος ὅτι οὐχ ἑνὸς ἔργα ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἀλλ' ὁ μὲν υἱὸς τῆς παρεπομένης τῇ πρώτῃ οὐσίᾳ ἐνεργείας ἔργον ἐστί, 1.1.326 τὸ δὲ πνεῦμα τοῦ ἔργου πάλιν ἕτερον ἔργον. τίνα οὖν κοι νωνίαν ἔχει πρὸς τὴν ἐκείνου κατασκευὴν οὐρανὸς καὶ ἄν θρωπος ἄγγελός τε καὶ ἀστὴρ νῦν συμπαραληφθέντες ὑπὸ τοῦ λόγου, αὐτὸς εἰπάτω, ἢ εἴ τις τῆς ἀπορρήτου σοφίας αὐτοῦ κοινωνός ἐστιν. ἐν τούτοις γὰρ τὸ μὲν ἀσεβὲς φα νερῶς τοῖς εἰρημένοις ἐμφαίνεται, ἡ δὲ τῆς ἀσεβείας κατα 1.1.327 σκευὴ καὶ πρὸς ἑαυτήν ἐστιν ἀσύμφωνος. τὸ μὲν γὰρ οἴεσθαι τοσαύτην ἐν τῇ ἁγίᾳ τριάδι διαφορὰν θεωρεῖσθαι, ὅσην ἔστι κατανοῆσαι οὐρανοῦ τοῦ πᾶσαν τὴν κτίσιν ἐμπεριειλη φότος πρὸς τὸν ἕνα τῷ ἀριθμῷ ἄνθρωπον ἢ ἀγγέλου πρὸς τὸν ἐν οὐρανῷ φαινόμενον ἀστέρα, φανερὰν τὴν ἀσέβειαν ἔχει· τὸ δὲ συντεταγμένον τῶν νοημάτων καὶ ἀκόλουθον τῆς περὶ αὐτὸ τοῦτο κατασκευῆς, τοῦτό φημι μήτε ἐμοὶ μήτε αὐτῷ τάχα τῷ πατρὶ τῆς βλασφημίας εὐσύνοπτον 1.1.328 εἶναι. εἰ μὲν γὰρ τοιαῦτα περὶ τῆς κτίσεως ἐλογίζετο, ὅτι οὐρανὸς μὲν ἔργον ἐστὶν ὑπερκειμένης τινὸς ἐνεργείας, τῆς δὲ τῷ οὐρανῷ παρεπομένης ἐνεργείας ἀποτέλεσμα ὁ ἀστήρ, ἐκείνου δὲ ὁ ἄγγελος καὶ τούτου ὁ ἄνθρωπος, εἶχεν ἄν τι ὁ λόγος αὐτῷ, διὰ τῆς τῶν ὁμοίων παραθέσεως κατα σκευάζων τὸ δόγμα. εἰ δὲ ταῦτα μὲν δι' ἑνὸς γεγενῆ σθαι καὶ αὐτὸς συντίθεται (εἴ γε μὴ παντελῶς τῇ τῶν γραφῶν φωνῇ διαμάχεται), τῆς δὲ ἐκείνων κατασκευῆς ἕτερόν τινα διορίζεται τρόπον, τίς ἡ κοινωνία τῶν ἐπα χθέντων πρὸς τὰ προάγοντα; 1.1.329 ∆εδόσθω δέ τι καὶ κοινὸν ἔχειν ταῦτα πρὸς ἀπόδειξιν τῆς τῶν οὐσιῶν παραλλαγῆς (ταῦτα γὰρ ἐπιθυμεῖ δι' ὧν λέγει κατασκευάζειν), ἀλλὰ τὰ ἐφεξῆς πῶς συνήρτησε τοῖς εἰρημένοις, ἀκούσωμεν. 20ὅσῳ20, φησί, 20τὰ ἔργα τῶν ἔργων πρεσβύτερα καὶ τιμιώτερα, τοσούτῳ καὶ τὴν ἐνέργειαν τῆς ἐνεργείας ἀναβεβηκέναι φαίη ἄν τις εὐσεβῶς διανοούμενος20. ταῦτα γὰρ εἰ μὲν περὶ τῶν αἰσθητῶν λέγει, πόρρω τῶν προτεθέντων 1.1.330 ἐστὶν ὁ λόγος. τίς γὰρ ἡ ἀνάγκη τὸν περὶ τῶν δογμάτων εἰπεῖν τι προθέμενον περὶ τῆς τάξεως τῶν ἐν τῇ κοσμο γονίᾳ δημιουργηθέντων φιλοσοφεῖν καὶ ὑψηλοτέρας καὶ ὑφειμένας τὰς ἐνεργείας τοῦ κτίσαντος πρὸς λόγον τῆς ἑκάστου τῶν γεγονότων πηλικότητος εἶναι διϊσχυρίζεσθαι; 1.1.331 εἰ δὲ περὶ ἐκείνων ποιεῖται τὸν λόγον καὶ 20ἔργα ἔργων πρεσβύτερά τε καὶ τιμιώτερα20 λέγει τὰ διαπλασθέντα παρ' αὐτοῦ νῦν ἐν τῷ δόγματι, τουτέστι τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, τάχα καλῶς ἔχει σιωπῇ μᾶλλον τὸν λόγον βδελύξασθαι ἢ διὰ τοῦ συμπλακῆναι τὸ δοκεῖν αὐτὸν καὶ λόγον εἶναι κατασκευάσαι. πῶς γὰρ ἂν εὑρεθείη τὸ προτι 1.1.332 μότερον ἐν οἷς οὐκ ἔστι τὸ ἀτιμότερον; εἰ μὲν γὰρ μέχρι τούτου τῇ πρὸς τὸ κακὸν εὐκολίᾳ καὶ ἑτοιμότητι πρόεισιν, ὥστε τοῦ ἀτιμοτέρου καὶ τὴν φωνὴν καὶ τὴν ἔννοιαν ἐπί τινος τῶν ἐν τῇ ἁγίᾳ τριάδι πιστευομένων ὑπονοῆσαι, βῦσαι τὰ ὦτα προσήκει καὶ φυγεῖν ὅση δύναμις ἀπὸ ἀκοῆς πο νηρᾶς, ὡς ἂν μὴ κοινωνία τις τοῦ μιάσματος γένοιτο τῷ ἀκούοντι, καθάπερ ἐξ ἀγγείου τινὸς πλήρους ἀκαθαρσίας εἰς τὴν τοῦ ἀκούοντος καρδίαν μεταχεομένου τοῦ λόγου. 1.1.333 Πῶς γὰρ ἄν τις ἐπὶ τῆς θείας τε καὶ τιμίας καὶ ὑπερκειμένης φύσεως εἰπεῖν τι τοιοῦτο τολμήσειε, δι' οὗ τὸ ἀτιμότερον συγκριτικῶς ὑπὸ <τοῦ> λόγου κατασκευ άζεται; Ἵνα πάντες, φησί, τιμῶσι τὸν υἱόν,