46
προανατεινάμενος ἑξῆς ἐπιλέγει· «καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται», καὶ τὰ ἑξῆς, 2.3.111 σαφέστατα τὴν ἐκ ῥίζης Ἰεσσαὶ πατὴρ δὲ ἦν οὗτος τοῦ ∆αβὶδ γένεσιν τοῦ Χριστοῦ παριστάς. ἐφ' ᾗ γενέσει τὴν τῶν ἐθνῶν κλῆσιν πρότερον μὲν δι' αἰνίγματος προφητικῷ τρόπῳ ἀναφωνεῖ· τὸ γὰρ «συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις σὺν ἐρίφῳ συναναπαύσεται», καὶ τὰ τοιαῦτα, οὐδὲν ἕτερον ἢ τῶν ἀγρίων καὶ ἀπηνῶν τὸν τρόπον καὶ μηδὲν θηρίων διαφερόντων ἐθνῶν τὴν ἐπὶ τὸν εὐσεβῆ καὶ ἥμερόν τε καὶ κοινωνικὸν τρόπον μεταβολὴν ἐδήλου. 2.3.112 τοῦτο δὲ αὐτὸ εἰς ὕστερον γυμνότερον διδάσκει φάσκων· «ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ καλύψαι θαλάσσας». 2.3.113 καὶ ἔτι γε αὐτὸς ἑαυτὸν ἑρμηνεύων ὁ προφητικὸς λόγος ἐπιλέγει· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή». 2.3.114 Ἐπειδὴ τοίνυν ἀνωτέρω μὲν τὴν ἀπόπτωσιν τοῦ Ἰουδαίων ἔθνους ἐσήμαινεν ἐπικεκαλυμμένως, μετὰ δὲ ταῦτα τὴν τῶν ἐθνῶν κλῆσιν τοτὲ μὲν κεκαλυμμένως τοτὲ δὲ γυμνῶς, εἰκότως αὖθις ἐπαναλαμβάνων τὸν λόγον, τῶν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν πιστευόντων μνημονεύει, ὑπὲρ τοῦ μὴ πάντη ἀποκλεῖσαι αὐτῶν τὴν εἰς τὸν Χριστὸν ἐλπίδα. «ἔσται» μὲν γάρ, φησίν, «ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν». 2.3.115 τίς δ' ἦν ὁ ἀνιστάμενος ἀλλ' ἢ «ἡ ῥίζα τοῦ Ἰεσσαί», ὃν καὶ σαφῶς φησιν ἄρξειν ἐθνῶν ἀλλ' οὐχὶ Ἰσραήλ; ἐπειδὴ τοίνυν διαφόρως τὴν τῶν ἐθνῶν ἐπιστροφὴν ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ φύντα καὶ βλαστήσαντα ἐδίδαξεν, οὐδὲν δὲ οὐδέπω χρηστὸν περὶ τῶν ἐκ περιτομῆς εἰρήκει, εἰκότως τὸ ἐλλιπὲς τῆς προρρήσεως ἀποδίδωσι φάσκων· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», τοῦτ' ἔστιν ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ ἐκ ῥίζης Ἰεσσαὶ φύντος, «προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζητῆσαι καὶ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ἀπὸ» τῶνδε καὶ τῶνδε τῶν πολεμίων. ἀνθ' οὗ ὁ μὲν Ἀκύλας πεποίηκεν· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, προσθήσει κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ, τοῦ κτήσασθαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ, ὃ ὑπολειφθήσεται ἀπὸ τῶν Ἀσσυρίων» καὶ τῶν ἑξῆς. 2.3.116 νοήσεις δὲ καὶ ταῦτα, πολεμίους τοῦ λαοῦ τοῦ θεοῦ νοητούς τινας καὶ πνευματικοὺς ἤτοι δαίμονας πονηροὺς ἢ δυνάμεις ἀντικειμένας τῷ λόγῳ θεωρήσας, οἳ τῶν κατωνομασμένων ἐθνῶν πάλαι πρότερον ἀοράτως προεστῶτες τὰς ψυχὰς ἐπολιόρκουν τοῦ Ἰσραήλ, ποικίλοις πάθεσιν αὐτὰς περιβάλλοντες, ὑποσύροντές τε καὶ αἰχμαλωτίζοντες εἰς τὸν ὅμοιον τῆς τῶν ἀλλοφύλων ἀγωγῆς βίον. 2.3.117 Τούτου δὴ οὖν παντὸς σχεδὸν εἰπεῖν τοῦ λαοῦ κατὰ ψυχὴν αἰχμαλώτου ληφθέντος ὑπὸ τῶν δεδηλωμένων, οἱ φυλαχθέντες καὶ καταλειφθέντες ἄτρωτοι καὶ ἄσυλοι κατὰ τὴν προφητείαν τῆς δηλουμένης ἐπαγγελίας τεύξονται, ὀψόμενοι τοῦ κυρίου τὴν χεῖρα καὶ κτῆμα αὐτοῦ γενησόμενοι, κατὰ τὸ φάσκον λόγιον· «προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ». 2.3.118 τί δὲ «προσθήσει κύριος»; ἀλλὰ γὰρ πρὸς οἷς ἅπαξ ἐπεδείξατο πάλαι πρότερον διὰ τῶν προφητῶν προσεγενήθη χεὶρ κυρίου καὶ τούτοις, ὡς ἂν διασωθεῖσιν ἀπὸ τῆς πτώσεως τοῦ παντὸς λαοῦ τὰ λείποντα τοῖς προτέροις προσθήσειν. ταῦτα δὲ ἦν τὰ τῆς καινῆς διαθήκης μυστήρια, διὰ τῆς χειρὸς τοῦ κυρίου δεδειγμένα τῷ καταλειφθέντι ἀπὸ τοῦ λαοῦ. ἀλλὰ καὶ «τοῦ ζηλῶσαι», φησίν, «τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ», 2.3.119 ἀνθ' οὗ συμφώνως ὁ Ἀκύλας καὶ Θεοδοτίων· «τοῦ κτήσασθαι», φησίν, «τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ», ὃ ἂν καταλίπῃ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ τῶν λοιπῶν πολεμίων ἐθνῶν. τοῦτο δὲ «τὸ καταλειφθὲν τοῦ λαοῦ ὑπόλοιπον» «ἀρεῖ», φησίν, «σημεῖον εἰς τὰ ἔθνη», 2.3.120 σαφῶς δι' αὐτῶν τὸ ἑαυτοῦ σημεῖον ὁ κύριος ἐν πᾶσι τοῖς ἔθνεσιν ἐπιδεικνύμενος, «καὶ συνάξει» δι' αὐτῶν «τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα ἐκ τῶν τεσσάρων