46
καθὼς τι μῶσι τὸν πατέρα. τῆς οὖν φωνῆς ταύτης τὸ ἴσον τῆς τιμῆς νομοθετούσης (νόμος γάρ ἐστιν ἡ θεία φωνή) οὗτος καὶ τὸν νόμον καὶ τὸν νομοθέτην αὐτὸν παραγράφεται καὶ τῷ μὲν πλείονα, τῷ δὲ ἐλάττονα τὴν τιμὴν διανέμει, οὐκ οἶδα ὅπως τὰ μέτρα τοῦ πλεονάζοντος τῆς τιμῆς ἐξευρίσκων. ἐπὶ μὲν γὰρ τῆς ἀνθρωπίνης συνηθείας αἱ κατὰ τὰς ἀξίας διαφοραὶ τὰς τιμὰς τοῖς κρατοῦσιν ὁρίζονται, ὡς μὴ ἐν ὁμοίῳ καὶ ἴσῳ τῷ σχήματι τοὺς ὑποχειρίους βασιλεῦσί τε προσιέναι καὶ ταῖς ὑποβεβηκυίαις ἀρχαῖς· ἀλλ' ἡ πλείων τε καὶ ὑφειμένη τοῦ φόβου καὶ τῆς αἰδοῦς τῶν προσ ιόντων ἐπίδειξις τὸ ἐνδέον καὶ περιττεῦον τῆς τιμῆς ἐπὶ τῶν τιμωμένων ἐνδείκνυται, καὶ τούτῳ μάλιστα τοὺς προ τιμοτέρους ἐν τῇ διαθέσει τῶν ὑποχειρίων ἔστιν εὑρεῖν, ὅταν τις ὑπὲρ τοὺς πέλας φοβερὸς εἶναι μᾶλλον καὶ πλεί ονος τῆς αἰδοῦς ἢ κατὰ τοὺς λοιποὺς ἀξιοῦσθαι δοκῇ. 1.1.334 ἐπὶ δὲ τῆς θείας φύσεως διὰ τὸ πᾶσαν τὴν κατὰ τὸ ἀγαθὸν τελειότητα συνεμφαίνεσθαι τῷ τοῦ θείου προσρή ματι οὐκ ἔστιν εὑρεῖν κατά γε τὴν ἡμετέραν διάνοιαν τὸν τρόπον τῆς προτιμήσεως. ἐν οἷς γὰρ οὐ δυνάμεως, οὐ δόξης, οὐ σοφίας, οὐ φιλανθρωπίας οὐδέ τινος ὅλως τῆς κατὰ τὸ ἀγαθὸν ἐννοίας πλεονασμὸς ἢ ἐλάττωσις ἐπινοεῖται, ἀλλὰ πάντα, ὅσα ἔχει ὁ υἱὸς ἀγαθά, τοῦ πατρός ἐστι καὶ τὰ τοῦ πατρὸς πάντα ἐν τῷ υἱῷ καθορᾶται, πῶς διατε θέντες τὸ πλέον τῆς τιμῆς ἐπὶ τοῦ πατρὸς ἐνδειξόμεθα; 1.1.335 εἰ βασιλικὴν δύναμιν καὶ ἀξίαν τῇ διανοίᾳ λάβοιμεν, βασι λεὺς ὁ υἱός· ἐὰν κριτὴν ἐννοήσωμεν, ἡ κρίσις πᾶσα τοῦ υἱοῦ ἐστιν· ἐὰν τὸ μεγαλεῖον τῆς κτίσεως τῇ ψυχῇ δεξώ μεθα, πάντα δι' αὐτοῦ ἐγένετο· ἐὰν τῆς ἡμετέρας ζωῆς τὴν αἰτίαν κατανοήσωμεν, οἴδαμεν τὴν ἀληθῆ ζωὴν τὴν μέχρι τῆς φύσεως ἡμῶν καταβᾶσαν· κἂν <τὴν> ἐκ τοῦ σκότους μετάστασιν καταμάθωμεν, οὐκ ἀγνοοῦμεν τὸ φῶς τὸ ἀληθινόν, δι' οὗ τοῦ σκότους ἠλλοτριώθημεν· εἰ δέ τινι τίμιον ἡ σοφία δοκεῖ, Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία. 1.1.336 Πρὸς τοίνυν τὰ τοιαῦτα καὶ τηλικαῦτα τοῦ Χριστοῦ θαύματα τῆς ψυχῆς ἡμῶν κατὰ τὸ εἰκός, ὅσον χωρεῖ, τοσοῦτον θαυμαστικῶς διατιθεμένης, τίς ὑπερβολὴ τιμῆς καταληφθῆναι δυνήσεται τῆς τῷ πατρὶ μόνῳ κατ' ἐξαίρετον 1.1.337 προσαγομένης, ἧς ἀμοιρήσει πρεπόντως ὁ κύριος; αὐτὸ γὰρ τοῦτο ἡ ἀνθρωπίνη πρὸς τὸ θεῖον τιμὴ κατὰ τὸν εἰ κότα νοῦν θεωρουμένη οὐδεμία τις ἄλλη ἐστὶν ἀλλ' ἢ ἀγα πητικὴ σχέσις καὶ ἡ τῶν προσόντων αὐτῷ ἀγαθῶν ὁμο λογία, καί μοι δοκεῖ τὸ οὕτω δεῖν τιμᾶσθαι τὸν υἱὸν ὡς ὁ πατὴρ τιμᾶται, ἀντὶ τῆς ἀγάπης ὑπὸ τοῦ λόγου τετάχθαι· ὁ γὰρ νόμος ἐν τῷ ἀγαπᾶν τὸν θεὸν ἐξ ὅλης καρδίας καὶ δυνάμεως τὴν πρέπουσαν αὐτῷ τιμὴν ἀπονέμειν κελεύει, καὶ ἐνταῦθα τὸ ἰσοστάσιον τῆς ἀγάπης ὁ θεὸς λόγος νομοθετῶν οὕτω φησὶ δεῖν τιμᾶσθαι 1.1.338 τὸν υἱόν, ὡς ὁ πατὴρ τιμᾶται. τοῦτον τὸν τρόπον τῆς τι μῆς ἐπλήρου καὶ ὁ μέγας ∆αβὶδ πρὸς τὸν κύριον ἔν τινι προοιμίῳ τῆς ψαλμῳδίας ἀγαπᾶν ὁμολογῶν τὸν κύριον καὶ διεξιὼν τὰ τῆς ἀγάπης αἴτια, ἰσχὺν καὶ κραταίωμα καὶ καταφυγὴν καὶ ῥύστην καὶ θεὸν βοηθὸν καὶ ἐλπίδα καὶ ὑπερασπιστὴν καὶ σωτηρίας κέρας καὶ ἀντιλήπτορα καὶ τὰ 1.1.339 τοιαῦτα καλῶν. εἰ μὲν οὖν οὐκ ἔστιν ὁ μονογενὴς [υἱὸς] ταῦτα τοῖς ἀνθρώποις γινόμενος, ὑποστελλέσθω τὸ πλεο νάζον τῆς τιμῆς ἐπὶ τούτου κατὰ τὸν τῆς αἱρέσεως νόμον· εἰ δὲ πάντα ταῦτα καὶ ὑπὲρ ταῦτα τὸν μονογενῆ θεὸν εἶναί τε καὶ ὀνομάζεσθαι πεπιστεύκαμεν, κατὰ πᾶσαν ἀγαθοῦ πράγματος καὶ νοήματος ἐπίνοιαν πρὸς τὸ μεγαλεῖον τῆς ἐν τῷ πατρὶ ἀγαθότητος ἐξισαζόμενον, πῶς ἄν τις εὔλογον εἶναι λέγοι ἢ μὴ ἀγαπᾶν τὸ τοιοῦτον ἢ ἀτιμάζειν τὸ ἀγα 1.1.340 πώμενον; οὐ γὰρ ἂν εἴποι τις τὴν μὲν ἀγάπην δεῖν ἐξ ὅλης γίνεσθαι τῆς καρδίας καὶ τῆς δυνάμεως, τὴν δὲ τιμὴν ἐξ ἡμισείας. εἰ οὖν ἐξ ὅλης τῆς καρδίας τιμᾶται ὁ υἱὸς διὰ τοῦ πᾶσαν ἀνατιθέναι αὐτῷ τὴν ἀγάπην, τίς ἐπίνοια τὸ πλέον τῆς τιμῆς ἐξευρήσει, ὅλης τῆς καρδίας, ὅσον χωρεῖ, τοσοῦτον αὐτῷ διὰ τῆς ἀγάπης τὸ τῆς τιμῆς μέτρον δωρο φορούσης; ὥστε μάταιος ἐπὶ τῶν κατὰ φύσιν τιμίων ὁ τὸ προτιμότερον δογματίζων καὶ διὰ τῆς τοιαύτης