46
καλὰ καὶ τοὺς μετέχοντας τοιούτους ποιεῖ. οἷον γὰρ ἂν ᾖ τῇ φύσει τὸ μετεχόμενον, πρὸς τοῦτο ἀνάγκη καὶ τὸ μετέχον συμμετατίθεσθαι. οἷον εὔπνουν γίνεται τὸ στόμα τοῦ λαβόντος τι τῶν εὐπνοούντων ἀρωμάτων διὰ τοῦ στόματος καὶ δυσῶδες πάλιν τοῦ σκορόδων ἐντραγόντος ἤ τινος ἄλλου τῶν δυσωδεστέρων. οὐκοῦν ἐπειδὴ δυσώδης μὲν πᾶς ῥύπος τῆς ἁμαρτίας, ἐκ δὲ τοῦ ἐναντίου ἡ ἀρετὴ Χριστοῦ ἐστιν εὐωδία, ἡ δὲ ἀγαπητικὴ σχέσις τὴν πρὸς τὸ ἀγαπώμενον ἀνάκρασιν φυσικῶς κατεργάζεται· ὅπερ ἂν οὖν 5.423 διὰ τῆς φιλίας ἑλώμεθα, ἐκεῖνο γινόμεθα, ἢ εὐωδία Χριστοῦ ἢ δυσωδία. ὁ γὰρ τὸ καλὸν ἀγαπήσας καλὸς καὶ αὐτὸς ἔσται, τῆς ἀγαθότητος τοῦ ἐν αὐτῷ γενομένου πρὸς ἑαυτὴν τὸν δεξάμενον μεταποιούσης. διὰ τοῦτο ἐδώδιμον ἡμῖν ἑαυτὸν προτίθησιν ὁ ἀεὶ ὤν, ἵνα ἀναλαβόντες αὐτὸν ἐν ἑαυτοῖς ἐκεῖνο γενώμεθα, ὅπερ ἐκεῖνός ἐστι· φησὶ γάρ, ὅτι Ἡ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. ὁ οὖν ταύτην ἀγαπῶν τὴν σάρκα οὐκ ἔσται φιλόσαρκος, καὶ ὁ πρὸς τοῦτο τὸ αἷμα διατεθεὶς τοῦ αἰσθητοῦ αἵματος καθα ρεύσει. ἡ γὰρ τοῦ λόγου σὰρξ καὶ τὸ τῇ σαρκὶ ταύτῃ ἐγκεί μενον αἷμα οὐ μίαν τινὰ χάριν ἔχει, ἀλλ' ἡδύ τε γίνεται τοῖς γευομένοις καὶ ὀρεκτὸν τοῖς ἐπιθυμοῦσι καὶ τοῖς ἀγαπῶσιν ἐράσμιον. εἰ δέ τις τρέψειε πρὸς τὰ μὴ ὑφεστῶτα τὸ φίλτρον, οἷα τῇ φύσει ταῦτά ἐστιν ἀνάγκη πᾶσα τοιοῦτον γενέσθαι καὶ τὸν ἐν ἐκείνοις γενόμενον. ἐπεὶ οὖν ἐν τοῖς οὖσι τὸ μέν τι ἀληθές ἐστι, τὸ δὲ μάταιον, γνῶναι προσήκει τὸ μάταιον, ἵνα διὰ τῆς ἀντιπαραθέσεως τὴν τῶν ἀληθῶς ὄντων φύσιν νοήσωμεν. οὕτω γὰρ ποιοῦσι πάντες οἱ ἅγιοι οἱ τοὺς ἀποσφα λέντας τῆς εὐθείας ὁδοῦ καὶ διὰ τῆς πεπλανημένης ὁδοιποροῦντας πρὸς τὴν ὁδόν, ἀφ' ἧς ἐξετράπησαν, ἐπανάγον τες, ἐμβοῶντες πόρρωθεν, ὅτι φύγε τὴν ὁδόν, ἐν ᾗ πορεύῃ· 5.424 λῃσταὶ γὰρ κατ' αὐτὴν καὶ λωποδύται καὶ φονέων ἐνέδραι, ἵνα μαθὼν ὁ ὁδίτης τὸν κίνδυνον ἐκτραπῇ τῆς ὀλεθρίας ὁδοῦ· ἡ δὲ ἀναχώρησις ἐκείνης ὁδηγία τῆς σῳζούσης γίνεται. οὕτως καὶ ὁ μέγας ἐκκλησιαστὴς ἄνωθεν ἐμβοᾷ τῇ ἀνθρωπίνῃ φύσει τῇ ἐν ἀβάτῳ πλανωμένῃ καὶ οὐχ ὁδῷ, καθώς φησιν ὁ προφήτης, ταῦτα ἄντικρυς, δι' ὧν φθέγγεται, λέγων· τί πλανᾶσθε διὰ τοῦ βίου, ὦ ἄνθρωποι; τί ἀγαπᾶτε τὰ μάταια καὶ φιλεῖτε τὰ ἀνυπόστατα καὶ προστετήκατε τῇ διαθέσει τούτοις, ὧν οὐκ ἔστιν ὑπόστασις; ἄλλη ἐστὶν ὁδὸς ἀπλανής τε καὶ σωτήριος. ἐκείνην φιλήσατε, ἐν ἐκείνῃ διὰ τῆς ἀγάπης ὁδοιπορήσατε, ἧς τὸ ὄνομα ἀλήθειά ἐστι καὶ ζωὴ καὶ φῶς καὶ ἀφθαρσία καὶ τὰ τοιαῦτα. αὕτη δὲ ἡ ὁδός, δι' ἧς νῦν τρέχετε, μίσους καὶ ἀποστροφῆς ἀξία· ἀφεγγὴς γάρ ἐστι καὶ σκότῳ διειλημμένη, εἰς κρημνοὺς δὲ ἄγει καὶ βάραθρα καὶ θηριώδεις τόπους καὶ λῃστῶν ἐνέδρας. ὁ τοίνυν εἰπὼν ὅτι Καιρὸς τοῦ φιλῆσαι τὸ φιλητὸν ὡς ἀληθῶς καὶ ἀγαπητὸν ἐνεδείξατο, καὶ ὁ τῷ μίσει τὸν καιρὸν προσγράψας ὧν χρὴ τὴν ἀποστροφὴν ἔχειν ἐδίδαξεν. οὐκοῦν μαθόντες τὸ ἀγαπητὸν τῇ φύσει τούτου διὰ τῆς ἀγάπης περιεχώμεθα, μηδαμοῦ 5.425 παρατραπέντες ὑπὸ τῆς περὶ τὸ καλὸν ἀκρισίας, ἐν τούτοις τὸ φίλτρον δαπανήσαντες, ἐν οἷς ἀπαγορεύει καὶ ὁ μέγας ∆αβὶδ λέγων· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; ἓν γὰρ μόνον ἀγαπητὸν τῇ φύσει τὸ ἀληθῶς ὄν, περὶ οὗ φησι καὶ ἡ δεκάλογος νομοθεσία, ὅτι Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ ἓν πάλιν μισητὸν τῇ ἀληθείᾳ ὁ τῆς κακίας εὑρετής, ὁ τῆς ζωῆς ἡμῶν πολέμιος, περὶ οὗ φησιν ὁ νόμος, ὅτι Μισήσεις τὸν ἐχθρόν σου. ἡ γὰρ τοῦ θεοῦ ἀγάπη ἰσχὺς τοῦ ἀγαπῶντος γίνεται, ἡ δὲ πρὸς τὴν κακίαν διάθεσις ὄλεθρον φέρει τῷ τὸ κακὸν ἀγαπῶντι. οὕτω γάρ φησιν ἡ προφητεία· Ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου· κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου, περὶ δὲ τοῦ ἐναντίου φησίν· Ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν, ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδα. καιρὸς οὖν τοῦ πρὸς τὸν θεὸν φίλτρου ἡ ζωὴ πᾶσα καὶ τῆς τοῦ ἀντικειμένου ἀλλοτριώ σεως ὁ βίος ὅλος. ὁ δὲ μικρόν τι τῆς ἑαυτοῦ ζωῆς ἔξω τοῦ φιλεῖν τὸν θεὸν γενόμενος ἔξω γίνεται πάντως, οὗ τῆς 5.426