1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

47

πτερύγων τῆς γῆς», ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ διὰ τοῦ τῶν ἀποστόλων αὐτοῦ κηρύγματος καταπεφευγότας, τοὺς συναχθέντας εἶναι λέγων τῶν πάλαι ἀπῳκισμένων καὶ ἀφωρισμένων ἐκ τοῦ κατὰ διάνοιαν Ἰσραὴλ καὶ Ἰούδα. 2.3.121 τρόπος δὲ τοιῶνδε ψυχῶν τὸν ἀληθινὸν Ἰσραὴλ τοῦ θεοῦ δείκνυσιν, ὡς ἀνάπαλιν φαύλη καὶ μοχθηρὰ διάθεσις τὸν κατὰ σάρκα Ἰσραὴλ ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας χρηματίζειν ποιεῖ. 2.3.122 τὸ τοίνυν «λεῖμμα κατ' ἐκλογὴν χάριτος» καὶ τὸ λεγόμενον ἐν τῇ προφητείᾳ «καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ» τὸ σημεῖον τοῦ κυρίου πᾶσι τοῖς ἔθνεσιν ἀνεκήρυξεν, καὶ τὰς τοιάσδε ψυχὰς τῶν ἐθνῶν ἐξ ἀπωλείας ἐπὶ τὴν τοῦ κυρίου γνῶσιν ἐφελκυσάμενον ἕνα λαὸν συνῆξε τῷ θεῷ, τὸν «ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς» εἰσέτι νῦν τῇ τοῦ Χριστοῦ δυνάμει συγκροτούμενον. 2.3.123 οὗτοι δὲ αὐτοὶ οἱ ἀπὸ τῶν ἀπολωλότων τοῦ Ἰουδαίων ἔθνους διασωθέντες μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, ἐκ διαφόρων φυλῶν τυγχάνοντες, μιᾶς κλήσεως καὶ μιᾶς χάριτος καὶ ἑνὸς πνεύματος ἁγίου κατηξιωμένοι, πάντα ζῆλον, ὃν πάλαι πρὸς αὐτοὺς εἶχον αἱ τοῦ Ἑβραίων ἔθνους φυλαί, ἀπορρίψουσιν, ὡς ἡ προφητεία φησίν. 2.3.124 «κατηρτισμένοι» γοῦν «τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ», οὐ μόνον τὴν ἤπειρον ἀλλὰ καὶ τὰς νήσους διῆλθον τῶν ἐθνῶν, πάσας πανταχόθεν τὰς τῶν ἀνθρώπων ψυχὰς «προνομεύοντες» καὶ αἰχμαλωτεύοντες εἰς τὴν ὑποταγὴν τοῦ Χριστοῦ, ἀκολούθως τῷ χρησμῷ φήσαντι· «καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύοντες καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν». 2.3.125 Καὶ τὰ λοιπὰ δὲ τῆς προφητείας τούτοις ἀναλόγως ἐπιθεωρήσεις, ἑκάστην λέξιν παρὰ σαυτῷ βασανίσας, καὶ πᾶν μὲν τὸ ἀσύστατον καὶ ταπεινὸν αὐτῆς διακρουσάμενος, τὴν δὲ διάνοιαν τοῦ πνεύματος, ὡς ἂν αὐτό σοι τὸ πνεῦμα τοῦ θεοῦ θεωρεῖν ὑποβάλλῃ, νοήσας. ἡμῖν γὰρ ὁ καιρὸς οὐκ ἐπιτρέπει τοῖς τόποις ἐπὶ πλεῖον ἐνδιατρίβειν, τὴν προκειμένην ὑπόθεσιν ἐξανύσαι κατεπειγομένοις. 2.3.126 μβʹ. «Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ». 2.3.127 καὶ ἑξῆς ἐπιλέγει· «καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον». 2.3.128 Καὶ διὰ τούτων τὸ σπάνιον τῶν σωθησομένων ἐν τῷ καιρῷ τῆς τῶν ἀσεβῶν ἀπωλείας σαφέστατα ὁ λόγος παρίστησιν, ὥστε μὴ χώραν ἔχειν ὑπονοεῖν ἀδιακρίτως πάντας ἁπαξαπλῶς τοὺς ἐκ περιτομῆς καὶ πᾶν τὸ Ἰουδαίων ἔθνος τῶν τοῦ θεοῦ τεύξεσθαι ἐπαγγελιῶν. 2.3.129 μγʹ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσονται. καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα σταχύων ἀμήσῃ· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυας ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη· ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ' ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ. τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ. τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν». 2.3.130 Καὶ διὰ τούτων ἐναργῶς θεσπίζεται ἡ δόξα τοῦ Ἰσραήλ, καὶ πάντα «τὰ πίονα» αὐτῶν καθαιρεθήσεσθαι, ὀλίγοι δὲ αὖθις καὶ ἀριθμῷ ληπτοὶ ὡς ἂν ἐλαίας ἐν φυτῷ «ῥῶγες» βραχεῖς καταλειφθήσεσθαι λέγονται· οὗτοι δὲ ἂν εἶεν οἱ ἐξ αὐτῶν εἰς τὸν κύριον ἡμῶν πεπιστευκότες. ἀκολούθως δὲ μετὰ τὰ περὶ ἐκείνων εἰρημένα περὶ παντὸς ἀνθρώπων γένους ἀποστραφησομένου τὴν κατὰ τὰ εἴδωλα πλάνην, ἐπιγνωσομένου δὲ τὸν θεὸν Ἰσραήλ, προφητεύεται. 2.3.131 μδʹ. «Ἀκούσατε νῆσοι ἐγκαταλελειμμένοι καὶ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου Σαβαώθ, ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.» 2.3.132 Ὅρα τίνα τρόπον καὶ