47
συγκρίσεως τοῦ ἀτιμοτέρου παριστῶν τὴν ἔννοιαν. 1.1.341 Ἀλλὰ καὶ τὸ 20πρεσβύτερον20 ἐπὶ μὲν τῆς αἰσθητῆς κτίσεως λέγειν ἀληθές ἐστι· τῆς γὰρ ἀκολουθίας τῶν ἔρ γων ἐν τῇ τάξει τῶν ἡμερῶν δεικνυμένης, εἴποι τις ἂν τῆς τοῦ ἀνθρώπου κατασκευῆς τοσόνδε προγενέστερον εἶναι τὸν οὐρανόν, καὶ διαμετρήσει τὸν διὰ μέσου χρόνον τῷ τῶν ἡμερῶν διαστήματι· ἐπὶ δὲ τῆς πρώτης φύσεως τῆς πᾶσαν μὲν χρονικὴν ἔννοιαν ὑπεραιρούσης πᾶσαν δ' ἐπίνοιαν κατα ληπτικὴν ἀπολειπούσης τὸ μέν τι προάγειν ἐν τοῖς κατὰ τὸν χρόνον πρεσβείοις τὸ δὲ ἐφυστερίζειν οἴεσθαι τῆς νῦν 1.1.342 ἀναφανείσης σοφίας ἐστίν. ὁ γὰρ 20πρεσβύτερον20 τὸν πατέρα τῆς τοῦ μονογενοῦς ὑποστάσεως ἀποφαινόμενος οὐδὲν ἄλλο ἢ νεώτερον τῶν διὰ τοῦ υἱοῦ γενομένων αὐτὸν τὸν υἱὸν ἀποφαίνεται, εἴπερ ἀληθὲς πάντας αἰῶνας καὶ πᾶν διάστημα χρονικὸν μετὰ τὸν υἱὸν καὶ διὰ τοῦ υἱοῦ γεγε 1.1.343 νῆσθαι λέγειν. καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοιούτου λόγου, ἀλλ' οὐδὲ τοῦ πατρὸς ἐκ τῆς τοιαύτης ἀκολουθίας φείσονται τὸ μὴ οὐχὶ κἀκεῖνον ἀπὸ χρόνου τὴν ἀρχὴν ἐσχηκέναι κατασκευάσαι. εἰ γάρ τι σημεῖον ὑπέρ κειται γνωριστικὸν τῆς τοῦ υἱοῦ γεννήσεως, ἐκεῖνο δηλονότι καὶ τῷ πατρὶ τὴν ἀρχὴν ὁρίσει τῆς ὑποστάσεως. 1.1.344 Σαφηνείας δὲ χάριν οὐκ ἄκαιρον ἴσως φιλοπονώτερον ἐξετάσαι τὸν λόγον. ὁ πρεσβυτέραν τῆς τοῦ υἱοῦ ζωῆς τὴν τοῦ πατρὸς δογματίζων διαστήματί τινι τὸν μονογενῆ τοῦ ἐπὶ πάντων θεοῦ πάντως διΐστησι· τοῦτο δὲ ἢ ἄπειρόν τι ὑπο θήσεται τὸ διὰ μέσου διάστημα ἤ τισι πέρασι καὶ σημείοις 1.1.345 φανεροῖς ὁριζόμενον. ἀλλ' ἄπειρον μὲν εἰπεῖν οὐκ ἐάσει ὁ τῆς μεσότητος λόγος ἢ παντελῶς τὴν τοῦ πατρός τε καὶ υἱοῦ ἔννοιαν διαγράψει τῷ λόγῳ, καὶ οὐδὲ μέσον αὐτὸ νοήσει, ἕως ἂν ἄπειρον ᾖ πρὸς οὐθέτερον ὁριζόμενον, οὔτε ἐπὶ τὸ ἄνω τῆς τοῦ πατρὸς ἐννοίας ἀποτεμνούσης τοῦ ἀπείρου τὴν πρόοδον, οὔτε ἐπὶ τὸ κάτω τοῦ υἱοῦ τὴν ἀπειρίαν ἐκκό πτοντος. αὕτη γὰρ τοῦ ἀπείρου ἡ ἔννοια, τὸ πανταχόθεν ἐκκεχύσθαι τῇ φύσει καὶ μηδενὶ πέρατι μηδαμόθεν περι 1.1.346 λαμβάνεσθαι. οὐκοῦν ἵνα παγία καὶ ἀμετάθετος διαμένῃ περί τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἡ τοῦ εἶναι ὑπόληψις, οὐδεμίαν ἕξει χώραν ἄπειρον ἐννοεῖν τὸ διάστημα, ἀλλὰ πεπερασμένῳ τινὶ κατὰ πᾶσαν ἀνάγκην τὸν μονογενῆ τοῦ πατρὸς διαστήσου σι. τοῦτο οὖν ἐστιν ὅ φημι, ὅτι ὁ λόγος οὗτος οὐκ ἐξ ἀϊδίου εἶναι τὸν ἐπὶ πάντων θεόν, ἀλλ' ἀπό τινος ὡρισμένου ση 1.1.347 μείου τὴν ἀρχὴν ἐσχηκέναι κατασκευάσει. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι· λέξω δὲ διὰ τῶν γνωρίμων ὑποδειγμάτων σα φηνίζων τὸ νόημα, ὡς ἂν γένοιτο διὰ τῶν φαινομένων κατα φανὲς ἡμῖν τὸ ἀγνοούμενον. πέμπτῃ μετὰ τὸν οὐρανὸν ἡμέρᾳ γεγενῆσθαι τὸν ἄνθρωπον λέγοντες ἐκ τῆς Μωϋσέως γραφῆς συγκατεσκευάσαμεν τῷ λόγῳ τούτῳ κατὰ τὸ σιω πώμενον τὸ πρὸ τοῦ ἀριθμοῦ τῶν ἡμερῶν τούτων μηδὲ τὸν οὐρανὸν εἶναι· οὕτω τὸ μετά τι γενόμενον διὰ τοῦ πρὸ ἑαυτοῦ διαστήματος ὁρίζει καὶ τὴν τοῦ προϋπονοουμένου 1.1.348 ὑπόστασιν. εἰ δὲ οὐχ ἱκανῶς τῷ ὑποδείγματι τὸν λόγον ἐσαφηνίσαμεν, δυνατόν ἐστι καὶ δι' ἑτέρων τὸ νοηθὲν παρα στῆσαι. τὸν διὰ Μωϋσέως δοθέντα νόμον τετρακοσίοις ἔτεσι καὶ τριάκοντα τῆς τοῦ Ἀβραὰμ ἐπαγγελίας μεταγενέστερον λέγοντες, ἐὰν ἀπὸ τοῦ νόμου τὸν κατόπιν χρόνον δι' ἀνα λύσεως τῷ λογισμῷ παροδεύσαντες εἰς τὸ πέρας τῶν ἠριθ μημένων φθάσωμεν ἐτῶν, σαφῶς καταλαμβάνομεν, ὅτι πρὸ τοῦ χρόνου τούτου ἡ τοῦ θεοῦ ἐπαγγελία οὔπω ἦν. καὶ πολλὰ τοιαῦτα λέγειν ἔστιν, οἷς τὸ καθ' ἕκαστον ἐπεξιέναι ὡς ὀχληρὸν παραιτήσομαι. 1.1.349 Κατὰ τοίνυν τὴν ἀκολουθίαν τῶν ἐν τοῖς ὑποδείγμασιν εἰρημένων καὶ τὸν προκείμενον ἐξετάσωμεν λόγον. ἦν δὲ οὗτος κατὰ τὴν τῶν ἐναντίων ὑπόληψιν τὸ 20πρεσβύτερον20 καὶ νεώτερον ἐπὶ τῆς τοῦ πατρός τε καὶ τοῦ υἱοῦ καὶ τοῦ 1.1.350 ἁγίου πνεύματος ὑποστάσεως ἕτερον ἑτέρου λέγειν εἶναι. οὐκ οῦν ἐπειδὰν τὴν τοῦ υἱοῦ γέννησιν διαβάντες, καθὼς ὑφη γεῖται ὁ τῆς αἱρέσεως