1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

47

δεδεμένον ταφῆναι· καὶ νῦν αἱ πέδαι κεῖνται μετὰ τῆς τέφρας. Τοσοῦτος ἦν αὐτῷ πόθος τῶν διὰ Χριστὸν δεσμῶν. Σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, ὁ Προφήτης φησὶ περὶ τοῦ Ἰωσήφ. Ἤδη δὲ καὶ γυναῖκες τούτων ἔλαβον πεῖραν τῶν δεσμῶν· ἀλλ' ἡμεῖς οὐ δεσμούμεθα. Οὐδὲ τοῦτο παραινῶ, καιροῦ νῦν οὐκ ὄντος· ἀλλὰ σὺ μὴ δήσῃς τὰς χεῖρας, ἀλλὰ δῆσον τὴν διάνοιαν. Ἔστι καὶ ἄλλα δεσμά· οἱ ταῦτα μὴ φέροντες, ἐκεῖνα οἴσουσιν. Ἄκουε τοῦ Χριστοῦ λέγοντος· ∆ήσατε αὐτοῦ χεῖρας καὶ πόδας. Ἀλλὰ μὴ γένοιτο πεῖραν ἐκείνων λαβεῖν, τούτων δὲ τῶν δεσμῶν καὶ ἐμπλησθῆναι γένοιτο. ∆ιὰ ταῦτα ἔλεγεν· Ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ παρακαλῶ ὑμᾶς, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε· καὶ πάλιν, Κεφαλὴν ἔχομεν τὸν Χριστόν. Συνήγειρε γὰρ καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐχθροὺς ὄντας, καὶ μυρία ἐργασαμένους κακά. Μεγάλη ἡ κλῆσις, καὶ ἐπὶ μεγάλοις, οὐχ ὅτι ἀπ' ἐκείνων μόνον, ἀλλ' ὅτι καὶ ἐπὶ τοιαῦτα, καὶ τοιούτῳ τρόπῳ. Πῶς δὲ ἔστιν ἀξίως περιπατῆσαι; Μετὰ πάσης ταπεινοφροσύνης. Ὁ τοιοῦτος ἀξίως περιπατεῖ· τοῦτο ἀρετῆς πάσης ὑπόθεσις. Ἂν ταπεινὸς ᾖς, καὶ ἐννοήσῃς τίς ὢν πῶς ἐσώθης, ἀφορμὴν πρὸς ἀρετὴν λαμβάνεις τὴν μνήμην, οὔτε τοῖς δεσμοῖς 62.72 ἐπαίρῃ, οὔτε αὐτοῖς τούτοις οἷς εἶπον, ἀλλ' εἰδὼς ὅτι τὸ πᾶν τῆς χάριτός ἐστι, συστέλλεις σαυτόν. Ὁ ταπεινόφρων καὶ εὐγνώμων δύναται εἶναι καὶ εὐχάριστος οἰκέτης. Τί γὰρ ἔχεις, φησὶν, ὃ οὐκ ἔλαβες; Ἄκουε δὲ πάλιν αὐτοῦ λέγοντος· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Μετὰ πάσης, φησὶ, ταπεινοφροσύνης, μὴ τῆς ἐν ῥήμασι, μηδὲ ἐν πράγμασι μόνοις, ἀλλὰ καὶ ἐν σχήματι καὶ ἐν φθέγματι· μὴ πρὸς τοῦτον μὲν ταπεινὸς, πρὸς δὲ ἐκεῖνον θρασύς· πρὸς πάντας ἔσο ταπεινὸς, κἂν φίλος ᾖ κἂν ἐχθρὸς, κἂν μέγας κἂν μικρός· τοῦτο ταπεινοφροσύνη. Καὶ ἐν τοῖς κατορθώμασιν ἔσο ταπεινός. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, καὶ τοῦτο πρῶτον τιθέντος. ∆ιὰ τοῦτο καὶ αὐτός φησι· Μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας. Ἔστι γὰρ ταπεινὸν μὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον· ἀλλ' οὐδὲν ὄφελος· πολλάκις γὰρ ὑπὸ τῆς ὀργῆς κατεχόμενος, πάντα ἀπώλεσεν. Ἀνεχόμενοι, φησὶν, ἀλλήλων ἐν ἀγάπῃ. Πῶς ἀνέχεσθαι δυνατὸν, ἂν ὀργίλος ᾖ, ἂν κατήγορος; Εἶπε καὶ τὸν τρόπον· Ἐν ἀγάπῃ, φησίν. Εἰ τοῦ πλησίον, φησὶν, οὐκ ἀνέχῃ, πῶς σοῦ ἀνέξεται ὁ Θεός; εἰ αὐτὸς τὸν ὁμόδουλον οὐ φέρεις, πῶς σὲ οἴσει ὁ ∆εσπότης; Ἔνθα ἂν ᾖ ἀγάπη, πάντα οἰστά ἐστι. Σπουδάζοντες, φησὶ, τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. ∆ῆσον οὖν τὰς χεῖρας τῇ ἐπιεικείᾳ. Πάλιν τὸ καλὸν ὄνομα ἤνθησεν, ὁ δεσμός· ἀφήκαμεν αὐτὸν, καὶ αὐτὸς ἡμῖν πάλιν ἐπέδραμε. Καλὸς ἐκεῖνος ὁ δεσμὸς, καλὸς καὶ οὗτος· καὶ ἐκεῖνος ἀπὸ τούτου τίκτεται. Σύνδησον σαυτὸν τῷ ἀδελφῷ· οἱ τοιοῦτοι ἅπαντα κούφως φέρουσιν οἱ συνδεδεμένοι τῇ ἀγάπῃ. Σαυτὸν ἐκείνῳ πρόσδησον, κἀκεῖνόν σοι· ἀμφοτέρων σὺ κύριος· ὃν γὰρ ἂν βουλήσωμαι ποιῆσαι φίλον, δυνήσομαι. Μετ' εὐκολίας σπουδάζοντες. ∆είκνυσιν οὐχ ἁπλῶς, οὐδὲ τοῦ τυχόντος τὸ πρᾶγμα εἶναι. Σπουδάζοντες, φησὶ, τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος. γʹ. Τί ἐστιν ἑνότης πνεύματος; Καθάπερ ἐν σώματι πνεῦμά ἐστι τὸ πάντα συνέχον, καὶ ἕν τι ποιοῦν τὸ ἐν διαφόροις ὂν μέλεσιν· οὕτω δὴ καὶ ἐνταῦθα. ∆ιὰ γὰρ τοῦτο τὸ πνεῦμα ἐδόθη, ἵνα τοὺς γένει καὶ τρόποις διαφόροις διεστηκότας ἑνώσῃ. Ὁ γὰρ γέρων καὶ ὁ νέος, ὁ πένης καὶ ὁ πλούσιος, ὁ παῖς καὶ ὁ ἔφηβος, ἡ γυνὴ καὶ ὁ ἀνὴρ, καὶ πᾶσα ψυχὴ ἕν τι γίνεται, καὶ μᾶλλον ἢ εἰ σῶμα ἓν ἦν. Ταύτης γὰρ τῆς συγγενείας πολλῷ μείζων ἐκείνη, καὶ πλείων ἡ ἀκρίβεια τῆς ἑνώσεως. Ἡ γὰρ τῆς ψυχῆς συνάφεια ἀκριβεστέρα ἐστὶν, ὅσῳ καὶ ἁπλῆ καὶ μονοειδής ἐστι. Πῶς δὲ αὕτη φυλάττεται; Ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Οὐκ ἔστιν ἐν ἔχθρᾳ καὶ διαστάσει ταύτην εἶναι. Ὅπου γὰρ ἔριδες ἐν ἡμῖν, φησὶ, καὶ ζῆλοι καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καθάπερ γὰρ τὸ πῦρ, ὅταν μὲν ξηρὰ εὕρῃ ξύλα, μίαν τὰ πάντα ἐργάζεται πυρὰν, ὅταν δὲ ὑγρὰ, οὐδὲ ἐνεργεῖ οὐδὲ συγκολλᾶται· οὕτω καὶ ἐνταῦθα· οὐδὲν τῶν