1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

48

ἐνταῦθα οὐ πάντας τοὺς ἐκ περιτομῆς ἐπὶ τὴν τῶν ἀπορρήτων ἀκρόασιν παρακαλεῖ, ἀλλ' ἢ μόνους οὓς ὀνομάζει καταλελειμμένους καὶ ὀδυνωμένους, οἷοι ἦσαν οἱ κατὰ τὸν ἀπόστολον στενάζοντες καὶ ἀποκλαόμενοι τὴν κακίαν τοῦ τῶν ἀνθρώπων βίου. 2.3.133 μεʹ. «Ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς, ἡ δὲ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν. διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.» Καὶ ἐν τούτοις τοὺς παραβεβηκότας τὸν νόμον καὶ τὴν τοῦ θεοῦ διαθήκην τοῦ ἐκ περιτομῆς λαοῦ ἀπελέγξας, ἀπειλήσας τε αὐτοῖς τὰ ἀναγεγραμμένα, καταλειφθήσεσθαι ἀνθρώπους ἐξ αὐτῶν ὀλίγους προφητεύει. εἶεν δ' ἂν οὗτοι τὸ ὠνομασμένον παρὰ τῷ ἀποστόλῳ «λεῖμμα κατ' ἐκλογὴν χάριτος». 2.3.134 μϛʹ. «Καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἱ οἶκοι οἱ ἐγκαταλελειμμένοι ἀπολοῦνται. ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐὰν καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητός. οὗτοι φωνῇ φωνήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου.» Καὶ ἐνταῦθα οἱ καταλειφθέντες μόνοι εὐφρανθήσεσθαι λέγονται, τῶν λοιπῶν ἁπάντων τοῖς θεσπιζομένοις παραδοθησομένων. 2.3.135 μζʹ. «Καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραΐμ. καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτό, πρὶν ἢ εἰς τὴν χεῖρα λαβεῖν αὐτό, θελήσει αὐτὸν καταπιεῖν. τῇ ἡμέρᾳ ἐκείνῃ κύριος ἔσται ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ αὐτοῦ· καταλειφθήσονται γὰρ ἐν πνεύματι κρίσεως.» 2.3.136 Καὶ ἐνταῦθα «τῷ καταλειφθέντι τοῦ λαοῦ», οὐχὶ δὲ παντὶ τῷ ἔθνει αὐτῶν, ἀλλὰ μόνοις τοῖς διὰ τοῦ καταλείμματος σημαινομένοις, τὸν κύριον στέφανον ἔσεσθαι ἐλπίδος καὶ δόξης προφητεύει, τοὺς ἄλλους παρὰ τὸ κατάλειμμα τοῦ λαοῦ στέφανον ὕβρεως καὶ μισθωτοὺς τοῦ Ἐφραῒμ ὀνομάζων. 2.3.137 μηʹ. «Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ῥίζαν κάτω. καὶ ποιήσουσι σπέρμα ἄνω ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ σωζόμενοι ἐξ ὄρους Σιών· ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.» 2.3.138 Τοὺς «κατ' ἐκλογὴν χάριτος» καταλειφθέντας ἐκ τοῦ Ἰουδαίων ἔθνους φυήσειν «ῥίζαν κάτω» καὶ ποιήσειν «σπέρμα ἄνω» προφητεύει, σαφέστατα τὴν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν ἐκλογὴν παριστάς. οὗτοι γὰρ ἀπὸ τῶν ἐκ περιτομῆς καταλειφθέντες κάτω μὲν εἰς γῆν τὰς ῥίζας τῆς διδασκαλίας αὐτῶν κατέβαλον, ὡς ἐμπαγῆναι καὶ ῥιζῶσαι καθ' ὅλης τῆς οἰκουμένης τὴν διδαχὴν αὐτῶν, ἄνω δὲ τὸ σπέρμα καὶ τὸν καρπὸν φέρεσθαι εἰς τὰς ἐπουρανίους ἐπαγγελίας παρεκελεύσαντο. 2.3.139 οἱ δ' αὐτοὶ οὗτοι ἐκ τοῦ Ἰουδαίων ἔθνους «καταλελειμμένοι», τῶν λοιπῶν ἀπολλυμένων, μόνοι σωζόμενοι λέγονται. ταῦτα δὲ πάντα ὁ ζῆλος κυρίου ἐποίησεν. εἰς γὰρ τὸ παραζηλῶσαι τοὺς ἀσεβεῖς τῶν ἐκ περιτομῆς ἐκλεξάμενος ὁ ζῆλος κυρίου τούτους, παρεζήλωσεν ἐκείνους, κατὰ τὸ παρὰ Μωσεῖ λεγόμενον· «αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς». 2.3.140 μθʹ. «Οὕτως λέγει κύριος· ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσιν, μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῷ· οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, 2.3.141 καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. καὶ ἔσται ἐν τῷ δρυμῷ ἔπαυλις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βου κολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῇ τύχῃ τράπεζαν, καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, 2.3.142 πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ἃ οὐκ ἐβουλόμην