49
ἐξελέξασθε.» 2.3.143 ∆ιελὼν καὶ ἐν τούτοις ὁ λόγος βραχὺ μέν τί φησιν «σπέρμα ἐξ Ἰακὼβ» τεύξεσθαι τῶν ἐπηγγελμένων, ἐκλεκτούς τε εἶναι τοὺς κατοικήσοντας ἐν τῷ δρυμῷ, οὕτως ὀνομάζων τὴν κλῆσιν τῶν ἐθνῶν· ἐν ᾗ οἱ ἐκλεκτοὶ τοῦ κυρίου καὶ τὸ Ἰακὼβ σπέρμα εἶεν δ' ἂν οἱ ἀπόστολοι καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν. οἱ δὲ λοιποὶ πάντες παρὰ τούτους ταῖς δηλουμέναις ἀπειλαῖς ὑποβέβληνται, μονονουχὶ τοῦ λόγου γυμνότατα παριστῶντος μὴ ὡς ἔτυχεν ἐπὶ πᾶν τὸ Ἰουδαίων ἔθνος φθάσειν τὰς τοῦ θεοῦ ἐπαγγελίας, ἀλλ' ἐπὶ μόνον τὸ ὠνομασμένον σπέρμα καὶ τοὺς ἐπικαλουμένους ἐκλεκτοὺς τοῦ θεοῦ, ἐπεὶ «πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί». 2.3.144 τούτοις δὲ καὶ νῦν ὄνομα καινὸν ἐπιτεθήσεσθαι ἑξῆς ὁ λόγος θεσπίζει, φάσκων πρὸς τοὺς ἀσεβεῖς· «καταλειφθήσεται γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δ' ἀνελεῖ κύριος. τοῖς δὲ δουλεύσουσί μοι κληθήσεται ὄνομα καινόν». τὸ δὴ οὖν ὄνομα καινόν, ὃ μὴ παρὰ τοῖς παλαιοῖς ἔγνωστο, ποῖον ἂν εἴη ἢ τὸ ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ προσωνυμίας καθ' ὅλης τῆς οἰκουμένης εὐλογημένον Χριστιανῶν ὄνομα; 2.3.145 νʹ. Ἀπὸ τοῦ Μιχαίου. «Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου συναγόμενος συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν, ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραήλ· ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶν.» 2.3.146 Συμφώνως τοῖς προεκτεθεῖσιν ἐκ τοῦ Ἡσαΐου καὶ ὁ Μιχαίας ἐκδέξασθαι τὸν θεὸν οὐχ ἁπλῶς πάντας ἀλλὰ μόνους τοὺς καταλοίπους ὀνομάζει. ὥσπερ δὲ παρὰ τῷ Ἡσαΐᾳ σπέρμα ὠνομάζετο τὸ ἐξ αὐτῶν λεῖμμα, οὕτως καὶ νῦν σταγόνα ὀνομάζει τοὺς ἐξ αὐτῶν σωθησομένους. 2.3.147 δηλοῦται δὲ καὶ διὰ τούτων ὁ τῶν ἀποστόλων χορός, ὡς σταγών τις καὶ σπέρμα τοῦ Ἰουδαίων ἔθνους γεγενημένος, ἐξ ἧς σταγόνος πάντες οἱ καθ' ὅλης τῆς οἰκουμένης τὸν Χριστὸν ἐπεγνωκότες τοῦ θεοῦ καὶ τὴν διδασκαλίαν αὐτοῦ παραδεδεγμένοι τῆς θεσπιζομένης ἐπισυναγωγῆς κατηξιώθησαν, τὴν ἀπὸ τῶν πολεμίων λύτρωσιν εὑράμενοι. 2.3.148 ναʹ. «Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ ἐν χιλιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα τῷ Ἰσραήλ, καὶ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης· τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν». 2.3.149 καὶ μετὰ βραχέα ἐπιλέγει· «καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ' ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων. καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅτ' ἂν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται». 2.3.150 Τούτων οὐδ' ἄν τι γένοιτο λευκότερον, κατὰ τὸ αὐτὸ καὶ τὴν γένεσιν τὴν ἐν Βηθλεὲμ τοῦ σωτῆρος ἀναφωνούντων, καὶ τὴν πρὸ αἰῶνος οὐσίωσιν αὐτοῦ, καὶ τὸν τῆς παρθένου τοκετόν, καὶ τῶν ἀποστόλων καὶ μαθητῶν αὐτοῦ τὴν κλῆσιν, καὶ τὸ κήρυγμα τὸ καθ' ὅλης τῆς οἰκουμένης περὶ τοῦ Χριστοῦ δι' αὐτῶν κατηγγελμένον. 2.3.151 τοῦ γὰρ δηλουμένου ἄρχοντος, οὗ τὰς ἐξόδους ὁ λόγος ἐξ ἡμερῶν αἰῶνος εἶναι δηλοῖ, ἐκ τῆς Βηθλεὲμ προελευσομένου καὶ τῆς τοῦτον ἀποτικτούσης ἁγίας παρθένου τεξομένης, οὐ πάντας φησὶν τοὺς ἐκ περιτομῆς ἀλλὰ μόνους τοὺς ἐπιλοίπους ἀνασωθήσεσθαι, οὓς καὶ λεῖμμα γενήσεσθαι τοῦ Ἰακώβ, καὶ δίκην δρόσου ἐπὶ πάντα δοθήσεσθαι τὰ ἔθνη. «ἔσται» γάρ, φησίν, «τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ' ἄγρωστιν», 2.3.152 ἀνθ' οὗ «καὶ ὡς ψεκάδες ἐπὶ πόαν» ὁ Ἀκύλας, ὁ δὲ Θεοδοτίων «καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον» ἐκδεδώκασιν. καὶ πάλιν ἀντὶ τοῦ «ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων, μηδὲ προσκόψῃ υἱὸς ἀνθρώπου» φησὶν ὁ Θεοδοτίων· «ὃς οὐ μενεῖ ἄνθρωπον, καὶ οὐκ ἐλπίζει ἐπὶ υἱὸν ἀνθρώπου», καὶ ὁ