49
καὶ οὕτως ἡμῖν ὁ τῆς εὐσεβείας διασωθήσεται λόγος, οὔτε τῷ υἱῷ τῆς ζωῆς ἐπὶ τὸ ἄνω λειπούσης οὔτε τῆς ἀϊδιότητος τοῦ πατρὸς ἐν τῷ ὁριστὴν ὑποτίθεσθαι τοῦ υἱοῦ τὴν ἀρχὴν κολοβουμένης. 1.1.359 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ γενόμενα οὔτε ἵστησι διὰ τῆς ἰδίας ἀρχῆς τὸ ἀόριστον τῆς θείας ζωῆς, ὥσπερ ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐξεταζόμενος ὁ λόγος τὴν ἀτοπίαν ὑπέδειξεν· ὡς ἀκόλουθον εἶναι διὰ τού του ἢ καὶ τὴν κτίσιν συναΐδιον τῷ θεῷ ἢ καὶ τὸν υἱὸν μεταγενέστερον ἀφόβως λέγειν. ὁ γὰρ τοῦ διαστήματος λόγος ὁμοίως ὑποδείξει τὸ ἄτοπον καὶ ἀπὸ τῆς κτίσεως ἐπὶ τὸν 1.1.360 πεποιηκότα διαμετρούμενος. ὁ δὲ τὸ τοιοῦτον ἀνθυποφέ ρων οὐκ ἀκριβῶς τάχα τῇ διανοίᾳ τοῦ δόγματος ἐπιστὰς διὰ τῶν ἀλλοτρίων καὶ παντάπασιν ἀκοινωνήτων τοῦ προ κειμένου τὴν πρὸς τὰ εἰρημένα ποιεῖται μάχην. εἰ μὲν γάρ τι τῶν ὑπὲρ τὴν κτίσιν δεικνύειν εἶχεν ἔν τινι διαστηματικῷ σημείῳ τὴν ἀρχὴν ἔχον τῆς ὑποστάσεως, καὶ τοῦτο παρὰ πάντων ὡμολογεῖτο δυνατὸν εἶναι, τὴν τοῦ διαστήματος ἔν νοιαν καὶ πρὸ τῆς κτίσεως ἐννοεῖν, εἶχεν ἂν ἴσως καιρὸν τὴν ἐπὶ τοῦ μονογενοῦς ἀποδειχθεῖσαν διὰ τῶν εἰρημένων ἀϊδιότητα τοῖς τοιούτοις ἐπιχειρήμασιν ἀναλύειν πειρᾶσθαι. 1.1.361 ἐπεὶ δὲ πάσαις ταῖς τῶν εὐσεβούντων ψήφοις ὁμολογεῖται, ὅτι πάντων τῶν ὄντων τὸ μὲν διὰ τῆς κτίσεώς ἐστι, τὸ δὲ πρὸ τῆς κτίσεως, καὶ ὅτι ἡ μὲν θεία φύσις ἄκτιστος εἶναι πεπίστευται, ἐν ᾗ τὸ μὲν αἴτιον, τὸ δὲ ἐξ αἰτίου τὴν ὑπό στασιν ἀδιαστάτως ἔχειν ὁ τῆς εὐσεβείας διδάσκει λόγος, τῆς δὲ κτίσεως ἐν παρατάσει τινὶ διαστηματικῇ θεωρου μένης, πᾶσα χρονικὴ τάξις καὶ ἀκολουθία τῶν γεγονότων διὰ τῶν αἰώνων καταλαμβάνεται, ἡ δὲ προαιώνιος φύσις ἐκπέφευγε τὰς κατὰ τὸ 20πρεσβύτερόν20 τε καὶ νεώτερον διαφορὰς τῷ μὴ συνθεωρεῖσθαι τῇ θείᾳ τε καὶ μακαρίᾳ 1.1.362 ζωῇ, ὅσα περὶ τὴν κτίσιν ἰδίως ὁ λόγος βλέπει. ἡ μὲν γὰρ κτίσις πᾶσα, καθὼς εἴρηται, κατά τινα τάξεως ἀκο λουθίαν γεγενημένη τῷ τῶν αἰώνων διαστήματι παραμε τρεῖται, καὶ εἴ τις ἀνίοι τῷ λόγῳ διὰ τῆς τῶν κτισθέντων ἀκολουθίας ἐπὶ τὴν τῶν γεγονότων ἀρχήν, τῇ τῶν αἰώνων 1.1.363 καταβολῇ περιορίσει τὴν ζήτησιν. ἡ δὲ ὑπὲρ τὴν κτίσιν οὐσία ἅτε παντὸς διαστηματικοῦ νοήματος κεχωρισμένη πᾶσαν χρονικὴν ἀκολουθίαν ἐκπέφευγεν, ἀπ' οὐδεμιᾶς τοι αύτης ἀρχῆς εἰς οὐδὲν πέρας δι' οὐδενὸς τρόπου τοῦ κατά 1.1.364 τινα τάξιν εὑρισκομένου προϊοῦσα καὶ καταλήγουσα. τῷ γὰρ διαβάντι τοὺς αἰῶνας καὶ πάντα τὰ ἐν αὐτοῖς γεγο νότα καθάπερ τι πέλαγος ἀχανὲς ἡ τῆς θείας φύσεως θεωρία τοῖς λογισμοῖς προφανεῖσα οὐδὲν δώσει σημεῖον ἐφ' ἑαυτῆς γνωριστικὸν ἀρχῆς τινος τῷ εἰς τὰ ἐπέκεινα δια τείνοντι τὴν καταληπτικὴν φαντασίαν· ὥστε τὸν πολυπραγ μονοῦντα τὸ τῶν αἰώνων πρεσβύτερον καὶ ἀνιόντα ἐπὶ τὴν τῶν ὄντων ἀρχὴν ἐν μηδενὶ στῆναι τῷ λογισμῷ δυνηθῆναι, ἀεὶ τοῦ ζητουμένου ὑπεκπροθέοντος καὶ μηδεμίαν στάσιν τῇ πολυπραγμοσύνῃ τῆς διανοίας ὑποδεικνύοντος. 1.1.365 Σαφὴς δὲ ὁ λόγος καὶ τῷ μετρίως ἐπεσκεμμένῳ τὴν τῶν ὄντων φύσιν, ὅτι τῇ μὲν θείᾳ τε καὶ μακαρίᾳ ζωῇ τὸ παραμετρούμενόν ἐστιν οὐδέν. οὐ γὰρ ἐκείνη ἐν χρόνῳ, ἀλλ' ἐξ ἐκείνης ὁ χρόνος· ἡ δὲ κτίσις ἀπό τινος ὁμολο γουμένης πάντως ἀρχῆς ἐπὶ τὸν ἴδιον σκοπὸν διὰ τῶν χρο νικῶν διαστημάτων ὁδεύουσα φέρεται, ὡς ταύτης μὲν δυ νατὸν εἶναι, καθώς φησί που ὁ Σολομών, ἀρχὴν καὶ τέλος καὶ μεσότητα διασκοπῆσαι, διὰ τῶν χρονικῶν τμημάτων 1.1.366 τὴν ἀκολουθίαν τῶν κατ' αὐτὴν σημειούμενον. ἡ δὲ ὑπερ κειμένη τε καὶ μακαρία ζωὴ ἅτε μηδενὸς συμπαροδεύοντος αὐτῇ διαστήματος τὸ διαμετροῦν καὶ διαλαμβάνον οὐκ ἔχει. τὰ μὲν γὰρ γεγονότα πάντα τοῖς ἰδίοις μέτροις ἐμπεριγε γραμμένα κατὰ τὸ ἀρέσαν τῇ σοφίᾳ τοῦ κτίσαντος οἷόν τινι ὅρῳ τῷ προσήκοντι μέτρῳ ὡς πρὸς τὴν τοῦ παντὸς 1.1.367 εὐαρμοστίαν ἐμπεριείληπται. καὶ διὰ τοῦτο κἂν τῇ ἀσθενείᾳ τῶν ἀνθρωπίνων λογισμῶν ἀνέφικτος <ᾖ> ἡ τῶν ἐν τῇ κτίσει θεωρουμένων ἔφοδος, ἀλλ' οὖν τὸ πεπερατῶσθαι