49
συνθέσεως ταῖς ψυχαῖς περιοικοδομήσωσιν, οὐδὲν ἧττον καὶ διὰ τῶν τοιούτων πολλάκις εἰσδύεται τὸ μηχάνημα. ἔστι γὰρ ἰδεῖν καὶ διὰ σωφροσύνης τὴν φιλοχρηματίαν εἰσπίπτουσαν καὶ πίστεως καὶ μυστηρίων ἀκριβείας ἐγκρα τείας τε καὶ ταπεινοφροσύνης καὶ τῶν τοιούτων πάντων ἐντὸς γινομένην τὴν βαρεῖαν ταύτην καὶ ἄμαχον τοῦ κακοῦ προσβολήν, ὅθεν τινὲς ἐγκρατεῖς τε καὶ σώφρονες καὶ περὶ τὴν πίστιν διάπυροι καὶ κατεσταλμένοι τὸν τρόπον καὶ διὰ τῶν ἠθῶν μετριάζοντες πρὸς ταύτην μόνην ἀντισχεῖν τὴν νόσον ἀδυνατοῦσιν. Εἰ οὖν νενόηται ἡμῖν τῶν πολεμίων τὸ στῖφος, καιρὸς ἂν εἴη τοῦ πολεμεῖν. οὐκ ἂν δέ τις θαρσήσειε τὴν τῶν ἐναντίων παράταξιν μὴ τῇ πανοπλίᾳ τοῦ ἀποστόλου φραξάμενος. πάντως δὲ οὐδεὶς ἀγνοεῖ τὸν τρόπον τῆς θείας ἐκείνης ὁπλίσεως, δι' ἧς ἄτρωτον ποιεῖ τοῖς ἐναντίοις βέλεσι τὸν πρὸς τὴν φάλαγγα τῶν πολεμίων ἱστάμενον. διελὼν γὰρ εἰς εἴδη τὰς ἀρετὰς ὁ ἀπόστολος ἴδιον ὅπλον ἑκάστου τῶν ἐν ἡμῖν καιρίων ἕκαστον ἀρετῆς εἶδος πεποίηται. τῇ πίστει γὰρ τὴν δικαιοσύνην ἐμπλέξας καὶ συνυφήνας διὰ τούτων κατασκευάζει τῷ ὁπλίτῃ τὸν θώρακα, καλῶς καὶ 5.434 ἀσφαλῶς δι' ἀμφοτέρων θωρακίζων τὸν στρατιώτην. οὐ γὰρ ἔστιν ἕτερον τοῦ ἑτέρου διεζευγμένον ἀσφαλὲς ὅπλον ἐφ' ἑαυτοῦ τῷ μεταχειριζομένῳ γενέσθαι. οὔτε γὰρ ἡ πίστις χωρὶς τῶν ἔργων τῆς δικαιοσύνης ἱκανὴ περισώσασθαι, οὐδ' αὖ πάλιν ἡ τοῦ βίου δικαιοσύνη ἀσφαλὴς εἰς σωτηρίαν ἐστὶ καθ' ἑαυτὴν διεζευγμένη τῆς πίστεως. διὰ τοῦτο καθάπερ ὕλας τινὰς τῷ ὅπλῳ τούτῳ τὴν πίστιν τε καὶ τὴν δικαιοσύνην συμπλέξας τὸ περικάρδιον μέρος τοῦ ὁπλίτου κατασφαλίζε· ἐν γὰρ τῷ θώρακι ἡ καρδία νοεῖται. τὴν δὲ κεφαλὴν τοῦ ἀριστέως τῇ ἐλπίδι κατασφαλίζεται, σημαίνων, ὅτι προσήκει τοῦ καλοῦ στρατιώτου τὴν ἐλπίδα τῶν ὑψηλῶν οἷόν τινα λοφιὰν εἰς τὸ ἄνω νεύειν. ὁ δὲ θυρεός, τὸ σκεπαστήριον ὅπλον, ἡ ἀρραγὴς πίστις ἐστίν, ἧς ἡ τῶν ἀκίδων ἀκμὴ διαδυῆναι οὐ δύναται. ἀκίδας δὲ πάντως τὰς παρὰ τῶν πολεμίων ἐκτοξευομένας τὰς ποικίλας προσβολὰς τῶν παθημά των νοήσωμεν. τὸ δὲ ἀμυντήριον ὅπλον, ὃ τὴν δεξιὰν ὁπλίζει τοῦ κατὰ τῶν ἐχθρῶν ἀριστεύοντος, τὸ ἅγιον πνεῦμά ἐστι, φοβερὸν μὲν τῷ ὑπεναντίῳ, τῷ δὲ μεταχειριζομένῳ σωτήριον. πᾶσα δὲ ἡ εὐαγγελικὴ διδασκαλία τοῖς ποσὶ ποιεῖ τὴν ἀσφάλειαν, ὡς μηδὲν τοῦ σώματος εὑρεθῆναι γυμνὸν καὶ πρὸς πληγὴν ἐπιτήδειον. 5.435 Εἰ οὖν μεμαθήκαμεν, οἷς τε πολεμεῖν χρὴ καὶ ὅπως τῆς μάχης ἀντιλαμβάνεσθαι, μαθεῖν προσήκει καὶ τὸ ἕτερον μέρος, οἷς ἔνσπονδον εἶναι καὶ εἰρηνικὸν ὁ λόγος διαμαρτύρε. τίς οὖν ὁ ἀγαθὸς στρατός, ᾧ διὰ τῆς εἰρήνης ἐμαυτὸν οἰκειώσω; τίς δὲ ὁ τοῦ τοιούτου στρατοῦ βασιλεύς; ἦ δῆλόν ἐστιν, ἀφ' ὧν παρὰ τῆς θεοπνεύστου γραφῆς ἀκηκόαμεν, ὅτι στρατιᾶς οὐρανίου ἡ παράταξις τῶν ἀγγέλων ἐστίν. Ἐγένετο γάρ, φησί, πλῆθος οὐρανίου στρατιᾶς αἰνούντων τὸν θεόν. καὶ ὁ ∆ανιὴλ μυρίας μυριάδας παρεστώτων ὁρᾷ καὶ χι λιάδων χιλιάδας ἐν τοῖς λειτουργοῦσι βλέπει. καὶ οἱ προφῆται τὸ τοιοῦτον μαρτύρονται, κύριον στρατιῶν καὶ κύριον δυνάμεων τὸν τοῦ παντὸς ὀνομάζοντες κύριον. καὶ πρὸς τὸν τοῦ Ναυῆ Ἰησοῦν ὁ δυνατὸς ἐν πολέμῳ Ἐγώ, φησίν, ὁ ἀρχιστράτηγός εἰμι τῆς δυνάμεως. εἰ δὴ νενοήκαμεν, τίς ἐστιν ἡ ἀγαθὴ συμμαχία καὶ τίς ὁ τῶν συμμάχων τούτων ἡγούμενος, σπονδὰς πρὸς αὐτὸν ποιησώμεθα, προσδράμωμεν αὐτοῦ τῇ δυναστείᾳ, φίλοι γενώμεθα τοῦ τοσαύτην δύναμιν κεκτημένου. τίς δὲ ὁ τρόπος τῆς πρὸς αὐτὸν οἰκειώσεως διδάσκει ὁ τῆς φιλίας ταύτης συναγωγεὺς, ὁ μέγας ἀπόστολος, ἐν οἷς φησι· 5.436 ∆ικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν θεόν, καὶ πάλιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλά γητε τῷ θεῷ. ἕως γὰρ ἦμεν Τέκνα φύσει ὀργῆς ἐν τῷ ποιεῖν τὰ μὴ καθήκοντα, τοῖς ἀνθεστηκόσι τῇ δεξιᾷ τοῦ ὑψίστου συνετετάγμεθα· ἀποθέμενοι δὲ τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας ἐν τῷ ὁσίως καὶ δικαίως καὶ εὐσεβῶς ζῆν διὰ τῆς εἰρήνης ταύτης τῇ ἀληθινῇ εἰρήνῃ συναφθησόμεθα. οὕτως γὰρ περὶ αὐτοῦ φησι ὁ ἀπόστολος, ὅτι Αὐτός