1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

49

ἐνάρετον. Ὁ γὰρ τὸ ἓν ἔχων, ἐξ ἀνάγκης καὶ τὸ ἕτερον κέκτηται· καὶ τοὐναντίον, ὁ μὴ εἰδὼς φιλεῖν, καὶ πονηρὰ ἐργάσεται· ὁ πονηρὰ ἐργαζόμενος, οὐδὲ φιλεῖν οἶδε. Μεταδιώξωμεν τοίνυν τὴν ἀγάπην· φρούριον γάρ ἐστι πρὸς τὸ μηδὲν συγχωρῆσαι ἡμᾶς παθεῖν κακόν· συνδήσωμεν ἑαυτούς. Μηδὲν δολερὸν ἔστω παρ' ἡμῖν, μηδὲν ὕπουλον· οὐδὲν γὰρ εὑρίσκεται τοιοῦτον, ἔνθα ἂν ᾖ φιλία. Εἶπε δὲ τοῦτο καὶ ἄλλος σοφός τις ἀνήρ· Ἐπὶ φίλον ἐὰν καὶ σπάσῃς ῥομφαίαν, μὴ ἀπελπίσῃς· ἔστι γὰρ ἐπάνοδος. Ἐπὶ φίλον ἐὰν ἀνοίξῃς τὸ στόμα, μὴ ἀπογνῷς· ἔστι γὰρ διαλλαγὴ, ἄνευ ὀνειδισμοῦ, καὶ μυστηρίων ἀποκαλύψεως, καὶ πληγῆς δολίας. Ἐν τούτοις ἀποφεύγει φίλος, ἐν ἀποκαλύψει, φησὶ, μυστηρίων. Ἂν πάντες τοίνυν ὦμεν φίλοι, οὐδὲ μυστηρίων δεῖ· ὥσπερ γὰρ αὐτός τις πρὸς ἑαυτὸν οὐδὲν ἔχει μυστήριον, οὐδὲ αὐτὸς ἑαυτὸν κρύπτειν δυνήσεται· οὕτως οὐδὲ τοὺς φίλους. Οὐκ ὄντων οὖν μυστηρίων, ἀδύνατος ἡ ἐκ τούτου διακοπή. ∆ι' οὐδὲν γὰρ ἔχομεν μυστήρια, ἢ διὰ τὸ μὴ πᾶσι θαῤῥεῖν· ὥστε ὁ ψυγμὸς τῆς ἀγάπης πεποίηκε μυστήρια. Τί γὰρ ἔχεις μυστήριον; ἀδικῆσαι τὸν πλησίον βούλει; ἢ κωλύεις ἀγαθοῦ τινος μετέχειν, καὶ διὰ τοῦτο κρύπτεις; Ἀλλ' οὐδὲν τούτων· ἀλλ' αἰσχύνῃ; Οὐκοῦν τὸ μὴ θαῤῥεῖν τούτου τεκμήριον. Ἂν μὲν οὖν ἀγάπη ᾖ, οὐκ ἔσται μυστηρίων ἀποκάλυψις, ἀλλ' οὐδὲ ὀνειδισμός. Τίς γὰρ ἂν, εἰπέ μοι, καὶ πότε τῇ ἑαυτοῦ ψυχῇ ὀνειδίσειεν; Εἰ δὲ καὶ γένοιτο, ἐπὶ κέρδει. Ἐπεὶ καὶ παισὶν ὀνειδίζομεν, δακεῖν αὐτοὺς βουλόμενοι· καὶ ὁ Χριστὸς δὲ τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις, λέγων, Οὐαί σοι Χωραζὶν, οὐαί σοι Βηθσαϊδὰ, ἵνα ὀνειδισμῶν ἀπαλλάξῃ. Οὐδὲν γὰρ οὕτω δύναται καθάψασθαι διανοίας, καὶ διαναστῆσαι μᾶλλον αὐτὴν, καὶ παρειμένην ἀνορθῶσαι. Μὴ δὴ ὀνειδίζωμεν ἁπλῶς ἀλλήλους. Τί γάρ; ἐπὶ χρήμασιν αὐτὸν ὀνειδίσεις; Μηδαμῶς, εἴ γε κοινὰ τὰ ὄντα κέκτησαι. Ἀλλ' ἐπὶ ἁμαρτήμασιν; Ἀλλ' οὐδὲ τοῦτο, ἀλλὰ μᾶλλον διορθώσεις. Καὶ πληγῆς, φησὶ, δολίας. Τί ποτε; ἑαυτὸν ἀναιρήσει; τίς δὲ πλήξει; Οὐδὲ εἷς. ∆ιώκωμεν τοίνυν τὴν ἀγάπην. Οὐκ εἶπεν ἁπλῶς, Ἀγαπῶμεν, ἀλλὰ, ∆ιώκωμεν. Πολλῆς δεῖ τῆς σπουδῆς· ταχέως ἀφανίζεται, ὀξεῖα πρὸς ἀναχώρησίν ἐστι· τοσαῦτα ἐν τῷ βίῳ τῷ πράγματι τούτῳ λυμαίνεται. Ἂν διώκωμεν αὐτὴν, οὐ φθάσει ἀπελθεῖν, ἀλλὰ ταχέως αὐτὴν ἐξελκύσομεν· ἡ ἀγάπη τοῦ Θεοῦ τῷ οὐρανῷ συνῆψε τὴν γῆν· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν ἄνθρωπον ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν ἐκάθισεν· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν Θεὸν ἔδειξεν ἐπὶ τῆς γῆς· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν ∆εσπότην δοῦλον ἐποίησεν· ἡ ἀγάπη τοῦ Θεοῦ ὑπὲρ τῶν ἐχθρῶν τὸν Ἀγαπητὸν, ὑπὲρ τῶν μισούντων τὸν Υἱὸν, ὑπὲρ τῶν δούλων τὸν ∆εσπότην, ὑπὲρ τῶν ἀνθρώπων τὸν Θεὸν, ὑπὲρ οἰκετῶν τὸν ἐλεύθερον ἐκδοθῆναι ἐποίησε. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπὶ μείζονα ἡμᾶς ἐκάλεσεν. Οὐ γὰρ μόνον ἀπήλλαξεν ἡμᾶς τῶν προτέρων κακῶν, ἀλλὰ καὶ πολλῷ μείζονα δώσειν ἕτερα ἐπηγγείλατο. 62.75 Ὑπὲρ δὴ τούτων εὐχαριστήσαντες τῷ Θεῷ, πᾶσαν ἀρετὴν μετέλθωμεν, καὶ πρὸ πάντων τὴν ἀγάπην μετ' ἀκριβείας κατορθώσωμεν, ἵνα καταξιωθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ 62.76 φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος. τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ιʹ.

Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως

ὑμῶν. αʹ. Ὅταν ἐπί τι μεῖζον παρακαλῇ ὁ μακάριος Παῦλος, συνετὸς ὢν σφόδρα καὶ πνευματικὸς, ἀπὸ τῶν ἐν τοῖς οὐρανοῖς ποιεῖται τὴν παράκλησιν, τοῦτο δὴ αὐτὸ παρὰ τοῦ Κυρίου μεμαθηκώς· καθὼς καὶ ἀλλαχοῦ φησι· Περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν· καὶ πάλιν, Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ