1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

50

Ἀκύλας· «ὃς οὐχ ὑπομενεῖ ἄνδρα καὶ οὐ περιμενεῖ υἱοὺς ἀνθρώπων». 2.3.153 δι' ὧν πᾶσα τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ἐλπὶς οὔτε εἰς ἄνθρωπον ἀλλ' εἰς τὸν σωτῆρα καὶ κύριον αὐτῶν· οὗτος δὲ ἦν ὁ τοῦ θεοῦ λόγος. 2.3.154 οἷς ἑξῆς ἐπιλέγει· «καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος». δι' ὧν οἶμαι δηλοῦσθαι τὸ θαρσαλέον καὶ ἀκατάπληκτον τοῦ ἀποστολικοῦ κηρύγματος· 2.3.155 δίκην γοῦν λέοντος καὶ σκύμνου ἐν τῷ δρυμῷ τῶν ἐθνῶν καὶ ἐν ταῖς τῶν ἀνθρωπίνων προβάτων ἀγέλαις εἰσβαλόντες, καὶ διαστείλαντες τοὺς ἀξίους ἀπὸ τῶν ἀναξίων ὑπηγάγοντο τῷ Χριστοῦ λόγῳ. πρὸς ὃν ἑξῆς ἀναφωνεῖται τὰ ἀπ' αὐτοῦ· «ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται». ὃ καὶ αὐτὸ πάρεστιν ὀφθαλμοῖς παραλαμβάνειν· μυρίων γὰρ ὅσων τὸν Χριστοῦ λόγον θλιψάντων καὶ εἰσέτι νῦν πολεμούντων ὑπερήρθη καὶ κρείττων πάντων γέγονεν. 2.3.156 ἀλλὰ καὶ ὑψώθη ἡ χεὶρ τοῦ Χριστοῦ κατὰ πάντων τῶν θλιψάντων αὐτόν, οἵ τε ἐχθροὶ αὐτοῦ πάντες οἱ κατὰ χρόνους ἐπανιστάμενοι αὐτοῦ τῇ ἐκκλησίᾳ ἐξολοθρευθήσεσθαι λέγονται. 2.3.157 νβʹ. Ἀπὸ τοῦ Σοφονίου. «Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν, εἰς ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι τοὺς ἱκετεύοντάς με, τῶν διεσπαρμένων οἴσουσι θυσίας μοι. ἐν τῇ ἡμέρα ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἔτι οὐ μὴ προστεθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾶον καὶ ταπεινόν, 2.3.158 καὶ εὐλαβηθήσονται ἐν τῷ ὀνόματι κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραήλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς». 2.3.159 Καὶ ἐν τούτοις ὑπολείψεσθαι ἑαυτῷ «λαὸν πραῢν καὶ ταπεινὸν» ὁ κύριος ἐπήγγελται, οὐκ ἄλλον δηλῶν ἢ τὸν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν αὐτοῦ πεπιστευκότα. καὶ πάλιν τοὺς καταλοίπους τοῦ Ἰσραὴλ μόνους σωθήσεσθαι μετὰ τῆς τῶν λοιπῶν ἐθνῶν κλήσεως, ἣν ἐν τοῖς πρώτοις τῆς προφητείας ἐσήμαινεν. 2.3.160 νγʹ. Ἀπὸ τοῦ Ζαχαρίου. «Ἰδοὺ ἡμέρα ἔρχεται ἐν σοί, καὶ διαμερισθήσεται τὰ σκῦλά σου ἐν σοί. καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται οἰκίαι, καὶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθήσονται ἐκ τῆς πόλεως.» 2.3.161 Συνᾴδει καὶ ταῦτα τοῖς προτεθειμένοις, ἐπὶ τῷ ὀλέθρῳ τοῦ παντὸς Ἰουδαίων ἔθνους μετελθόντι αὐτοὺς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πεπληρωμένα. μετὰ οὖν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ταῦτα ὁ Ζαχαρίας προφητεύει, θεσπίζων τὴν ὑπὸ Ῥωμαίων γενησομένην ὑστάτην πολιορκίαν τοῦ λαοῦ, ἐφ' ᾗ τοῦ παντὸς ἔθνους Ἰουδαίων ὑποχειρίου τοῖς πολεμίοις γενησομένου μόνους φησὶν «τοὺς καταλοίπους» τοῦ λαοῦ σωθήσεσθαι, ἄντικρυς αὐτοὺς τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν δηλῶν. 2.3.162 νδʹ. Ἀπὸ τοῦ Ἱερεμίου. «Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες,λέγει κύριος, δι' ὅτι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιών, καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ' ἐπιστήμης. καὶ ἔσται, ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε, λέγει κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι κιβωτὸς διαθήκης κυρίου Ἰσραὴλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται καὶ οὐ ποιηθήσεται ἔτι.» 2.3.163 Ὁμοῦ καὶ ἐν τούτοις τὴν ἐπιστροφὴν τοῦ Ἰσραὴλ τὴν ἐν τῇ παρουσίᾳ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενησομένην θεσπίζει, καθ' ἣν «ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς» καὶ σφόδρα