50
τὰ πάντα τῇ τοῦ πεποιηκότος δυνάμει καὶ ἐντὸς εἶναι τῶν τῆς κτίσεως ὅρων οὐκ ἀμφιβάλλεται· ἡ δὲ ποιητικὴ τῶν ὄντων δύναμις τὴν τῶν γεγονότων ἐν ἑαυτῇ περιγράφουσα φύσιν αὐτὴ τὸ περιέχον οὐκ ἔχει, πᾶν νόημα τὸ πρὸς τὴν ἀρχὴν τῆς θείας ζωῆς ἀνελθεῖν ἐπειγόμενον ἐντὸς ἑαυτῆς κατα κλείουσα καὶ πάσης περιεργίας καὶ φιλοπραγμοσύνης τῆς πρὸς τὸ πέρας τοῦ ἀορίστου φθάσαι φιλονεικούσης ὑπερ 1.1.368 εκπίπτουσα. ἅπασα γὰρ ἡ μετὰ τοὺς αἰῶνας ἄνοδος καὶ διάστασις τοῦ νοῦ τοσοῦτον ὑψωθήσεται μόνον, ὅσον κατι δεῖν τὸ τοῦ ζητουμένου ἀδιεξίτητον, καὶ ἔοικεν οἷόν τι μέ τρον καὶ ὅρος τῆς τῶν ἀνθρωπίνων λογισμῶν κινήσεως καὶ ἐνεργείας ὁ αἰὼν καὶ τὰ ἐντὸς τούτων εἶναι, τὰ δὲ ὑπερ κείμενα τούτων ἄληπτα καὶ ἀνεπίβατα λογισμοῖς μένει, παντὸς τοῦ δυναμένου ὑπὸ κατάληψιν ἀνθρωπίνην ἐλθεῖν 1.1.369 καθαρεύοντα. ἐν οἷς γὰρ οὐκ εἶδος, οὐ τόπος, οὐ μέγε θος, οὐ τὸ ἐκ τοῦ χρόνου μέτρον οὐδὲ ἄλλο τι τῶν κατα ληπτῶν ἐπινοεῖται, ἐξ ἀνάγκης καὶ ἡ καταληπτικὴ τοῦ νοῦ δύναμις, ζητοῦσά τινος περιδράξασθαι <τῶν> περὶ τοὺς αἰῶνας καὶ τὴν ἐν τούτοις κτίσιν, εἰς τὸ συγγενὲς ἑαυτῇ καὶ ὁμόφυλον συνιζήσει, τῆς ἀλήπτου φύσεως πανταχόθεν ἀπολισθαίνουσα. 1.1.370 Παντὶ γὰρ οἶμαι τοῦτο γνώριμον εἶναι τῷ καὶ μετρίως ἐπεσκεμμένῳ τὰ ὄντα, ὅτι τοὺς αἰῶνας καὶ τὸν ἐν τούτοις τόπον οἷόν τι χώρημα δεκτικὸν τῶν γινομένων προκατα βαλλόμενος ὁ τῶν ὅλων δημιουργὸς ἐν τούτοις κτίζει τὰ πάντα. οὐ γὰρ ἐνδέχεταί τι τῶν διὰ κτίσεως γεγονότων ἢ γινομένων μὴ πάντως ἢ ἐν τόπῳ ἢ ἐν χρόνῳ τὸ εἶναι ἔχειν. 1.1.371 ἡ δὲ ἀπροσδεὴς καὶ ἀΐδιος καὶ τῶν ὄντων ἐμπεριεκτικὴ φύσις οὔτ' ἐν τόπῳ ἐστὶν οὔτε ἐν χρόνῳ, ἀλλὰ πρὸ τούτων καὶ ὑπὲρ ταῦτα κατὰ τὸν ἄφραστον λόγον αὐτὴ ἐφ' ἑαυτῆς διὰ μόνης τῆς πίστεως θεωρεῖται, οὔτε αἰῶσι παραμετρου μένη οὔτε χρόνοις συμπαρατρέχουσα, ἀλλ' ἐφ' ἑαυτῆς ἑστῶσα καὶ ἐν ἑαυτῇ καθιδρυμένη, οὔτε τῷ παρῳχηκότι οὔτε τῷ μέλλοντι συνδιαιρουμένη· οὐδὲ γὰρ ἔστι τι παρ' αὐτὴν ἔξω αὐτῆς, οὗ παροδεύοντος τὸ μέν τι παρέρχεται 1.1.372 τὸ δὲ μέλλει. ταῦτα γὰρ ἴδια τῶν ἐν τῇ κτίσει τὰ πάθη, πρὸς ἐλπίδα καὶ μνήμην κατὰ τὴν τοῦ χρόνου διαίρεσιν τῆς ζωῆς σχιζομένης· ἐκείνῃ δὲ τῇ ὑψηλῇ καὶ μακαρίᾳ δυνάμει, ᾗ πάντα κατὰ τὸ ἐνεστὸς ἀεὶ πάρεστιν ἐπίσης, καὶ τὸ παρῳχηκὸς καὶ τὸ προσδοκώμενον ὑπὸ τῆς περι εκτικῆς τῶν πάντων δυνάμεως ἐγκρατούμενα καθορᾶται. 1.1.373 Αὕτη τοίνυν ἡ οὐσία ἐστίν, ἐν ᾗ πάντα, καθώς φησιν ὁ ἀπόστολος, συνέστηκε, καὶ οἱ καθ' ἕκαστον τοῦ εἶναι μετέχοντες ζῶμέν τε καὶ κινούμεθα καὶ ἐσμέν, ἡ ἀνωτέρα μὲν πάσης ἀρχῆς, σημεῖα δὲ τῆς ἰδίας φύσεως οὐ παρε χομένη, ἀλλ' ἐν μόνῳ τῷ μὴ δύνασθαι καταληφθῆναι γι νωσκομένη. τοῦτο γὰρ αὐτῆς ἰδιαίτατον γνώρισμα, τὸ παντὸς χαρακτηριστικοῦ νοήματος ὑψηλοτέραν αὐτῆς εἶναι 1.1.374 τὴν φύσιν. ἡ τοίνυν κτίσις διὰ τὸ μὴ τὸν αὐτὸν τῷ ἀκτίστῳ λόγον ἔχειν αὐτῷ τούτῳ τῆς πρὸς τὸν πεποιηκότα συγκρίσεώς τε καὶ κοινωνίας χωρίζεται, τῇ κατὰ τὴν οὐσίαν λέγω διαφορᾷ καὶ τῷ ἴδιον ἐφ' ἑαυτῇ τὸν παραστα τικὸν τῆς φύσεως ἐπιδέχεσθαι λόγον οὐδὲν ἐπικοινωνοῦντα 1.1.375 τῷ ἐξ οὗ γέγονεν. ἡ δὲ θεία φύσις πάντων τῶν ἰδιαζόντως ἐπιθεωρουμένων τῇ κτίσει σημείων ἀλλοτρίως ἔχουσα κάτω ἑαυτῆς καταλείπει τά τε χρονικὰ τμήματα, τὸ 20πρεσβύ τερον20 λέγω καὶ τὸ νεώτερον καὶ τὰς τοπικὰς ἐπινοίας, ὡς μηδὲ 20ἀνώτερον20 ἐπ' αὐτῆς τι κυρίως λέγεσθαι. πᾶν γὰρ τὸ νοούμενον ἐπὶ τῆς ἀκτίστου δυνάμεως ἄνω ἐστὶ καὶ ἀρχή ἐστι καὶ τὸν τοῦ 20κυριωτάτου20 λόγον ἐπέχει. 1.1.376 Ἐπεὶ οὖν δέδεικται διὰ τῶν εἰρημένων μὴ ἐν τῇ κτίσει τὸν μονογενῆ υἱὸν καὶ τὸ τοῦ θεοῦ πνεῦμα <δεῖν> διερευνᾶσθαι, ἀλλ' ἄνω τῆς κτίσεως πιστεύειν εἶναι, ἡ μὲν κτίσις ἐπί τινος ἰδιαζούσης ἀρχῆς διὰ τῆς πολυ πραγμοσύνης τῶν τὰ τοιαῦτα ζητεῖν φιλονεικούντων ἴσως καταληφθήσεται, τὸ δὲ ὑπὲρ ταύτην οὐδὲν ἂν διὰ τού των μᾶλλον εἰς γνῶσιν ἔλθοι, οὐδενὸς ἐν αὐτῷ σημείου 1.1.377 δεικτικοῦ πρὸ τῶν αἰώνων εὑρισκομένου. εἰ οὖν ἐν τῇ ἀκτίστῳ φύσει νοεῖται τὰ θαυμαστὰ πράγματά τε καὶ ὀνόματα, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ