51
ὀλιγοστοὺς καὶ ἀριθμῷ βραχεῖς ἐκλεξάμενος ποιμένας τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν καὶ αὐξηθέντων ἐπὶ τῆς γῆς ἐν τῇ δι' αὐτῶν ἐσομένῃ κλήσει τῶν ἐθνῶν, 2.3.164 «οὐκέτι», φησίν, «ἐροῦσιν, κιβωτὸς διαθήκης κυρίου». οὐκέτι γὰρ ἐπὶ τὰς Μωσέως ἀναδραμοῦνται σωματικωτέρας θρησκείας, ἅτε καινῆς διαθήκης αὐτοῖς παραδοθησομένης. 2.3.165 νεʹ. «Ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυναν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν. ποίᾳ τούτων ἵλεως ἔσομαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς καὶ ἐχόρτασα αὐτούς, καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κατελύοσαν. ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον. μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος· ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς, καὶ κατασφάξατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολείπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου εἰσίν.» 2.3.166 Καὶ ἐν τούτοις ὁμοῦ κατηγορία τοῦ παντὸς ἔθνους αὐτῶν καὶ ἡ μετελθοῦσα αὐτοὺς πολιορκία δηλοῦται, καὶ πάλιν τὸ κατάλειμμα «ὑποστήριγμα αὐτῆς» ὀνομάζει, «τοῦ κυρίου» τυγχάνον· τοῦτο δὲ ἦν τὸ διὰ τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πίστεως δυναμωθὲν καὶ στερρωθέν, ὡς μηδὲ τὰ ὅμοια ὑπομεῖναι, οἷς τὸ πᾶν ἔθνος αὐτῶν ἐπεπόνθει. 2.3.167 νϛʹ. Ἀπὸ τοῦ Ἰεζεκιήλ. «Καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος, ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνασωζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις, καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ἠχμαλωτεύθησαν ἐκεῖ.» 2.3.168 ∆οκεῖ μοι καὶ ταῦτα συνᾴδειν τοῖς ἀπὸ τῶν λοιπῶν προφητειῶν. τοὺς γὰρ ἀνασωζομένους τίνας ἂν εἴποις ἢ τὸ ἐν ἑτέροις ὠνομασμένον ὑπόλειμμα, καὶ τὴν σταγόνα καὶ τὴν δρόσον τοῦ λαοῦ ἐκείνου; δι' ὧν ἐδηλοῦτο ἡ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν σύστασις. οὗτοι γοῦν ἀνασωθέντες ἐκ τῆς ἀπωλείας τοῦ παντὸς αὐτῶν ἔθνους καὶ «ἐν τῷ διασκορπισμῷ» αὐτῶν ἐμνήσθησαν τοῦ θεοῦ, ὡς ὁμολογεῖσθαι περὶ αὐτῶν εἰρῆσθαι τὰ ἀναγεγραμμένα. 2.3.169 νζʹ. «Τάδε λέγει Ἀδωναῒ κύριος, ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσομαι αὐτῶν εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ.» 2.3.170 Καὶ ἐνταῦθα ἑτέρῳ ὀνόματι τοὺς αὐτοὺς κέκληκεν, «ἁγίασμα μικρὸν» εἰπὼν τοὺς ἐξ αὐτῶν ἀνασωθησομένους καὶ ὑπολειφθησομένους. 2.3.171 νηʹ. «Καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτῶν διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκχεῶ ὀπίσω αὐτῶν. καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος, ἐν τῷ διασκορπίσαι με ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις· καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἐν ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγήσωνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ· καὶ γνώσονται ὅτι ἐγὼ κύριος». 2.3.172 Ἐπὶ τῇ τοῦ παντὸς λαοῦ διασπορᾷ καὶ νῦν ὑπολείψεσθαι ἑαυτῷ ὀλίγους ἀριθμῷ φησιν, οὐδ' ἄλλους δηλῶν τῶν προειρημένων. νθʹ. «Τάδε λέγει Ἀδωναῒ κύριος· ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς, ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον, ἐξαποστελῶ ἐπὶ Ἱερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασεσωσμένοι.» 2.3.173 Οὐδὲν ἂν καὶ ταῦτα διαφέροι τῶν προειρημένων. 2.3.174 ξʹ. «Οὕτως κρινῶ ὑμᾶς, λέγει κύριος, καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ τῆς διαθήκης μου, καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀπεστηκότας καὶ τοὺς ἀσεβεῖς, διότι ἐκ τῆς παροικίας αὐτῶν ἐξάγω αὐτούς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται.» 2.3.175 Σαφῶς καὶ ἐν τούτοις ἀριθμῷ βραχεῖς «ὑπὸ τὴν ῥάβδον» τοῦ θεοῦ γενήσεσθαι, ἐπὶ τῷ τοὺς λοιποὺς τοῦ Ἰσραὴλ ἀποπεσεῖσθαι τῶν ἐπαγγελιῶν, μαρτύρεται. ἀλλὰ γὰρ ἀποδείξας, ὅτι μὴ ὡς ἔτυχεν ἀδιακρίτως πᾶσιν ἁπλῶς τοῖς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους φαύλοις τε καὶ ἀσεβέσι καὶ τοῖς μὴ τοιούτοις τὰς τῶν ἀγαθῶν