51
πνεῦμα τὸ ἅγιον, πῶς ἔσται δυνατόν, ὅπερ ἐπὶ τῶν κάτω περιεργαζομένη καὶ πολυπραγμονοῦσα καταλαμβάνει ἡ ἔννοια, ἕτερον ἑτέρου συγκριτικῶς ὑπερτιθεῖσα διά τινος χρονικοῦ διαστήματος, τοῦτο καὶ ἐπὶ τῆς ἀκτίστου καὶ προαιωνίου νομίζειν οὐσίας 1.1.378 εἶναι; ἐν ᾗ πατὴρ μὲν ἄναρχος καὶ ἀγέννητος καὶ ἀεὶ πατὴρ νοεῖται, ἐξ αὐτοῦ δὲ κατὰ τὸ προσεχὲς ἀδιαστάτως ὁ μονογενὴς υἱὸς τῷ πατρὶ συνεπινοεῖται, δι' αὐτοῦ δὲ καὶ μετ' αὐτοῦ, πρίν τι κενόν τε καὶ ἀνυπόστατον διὰ μέσου παρεμπεσεῖν νόημα, εὐθὺς καὶ τὸ πνεῦμα τὸ ἅγιον συνημ μένως καταλαμβάνεται, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν μετὰ τὸν υἱόν, ὥστε ποτὲ τὸν μονογενῆ δίχα τοῦ πνεύματος νοηθῆναι, ἀλλ' ἐκ μὲν τοῦ θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν αἰτίαν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ μονογενές ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν, οὔτε διαστήματι οὔτε φύ σεως ἑτερότητι τοῦ πατρὸς ἢ τοῦ μονογενοῦς ἀποτεμνόμενον. 1.1.379 διάστημα μὲν γὰρ ἐπὶ τῆς προαιωνίου φύσεως οὐκ ἔστιν, ἡ δὲ κατὰ τὴν οὐσίαν διαφορὰ οὐδεμία. οὐδὲ γὰρ ἔστι δυνατὸν ἀκτίστου πρὸς ἄκτιστον διαφορὰν ἐννοῆσαι, ἄκτιστον δὲ τὸ πνεῦμα τὸ ἅγιον, καθὼς ἐν τοῖς προλαβοῦσιν ἀπο δέδεικται λόγοις. 1.1.380 Τούτων οὖν οὕτως ἔχειν ὑπειλημμένων παρὰ πᾶσι τοῖς καταδεχομένοις τὸν ἰδιωτισμὸν τοῦ ἁπλουστέρου κηρύγματος, τίνα καιρὸν ἔχει τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα συνάφειαν διὰ τῆς κτίσεως ἀναλύειν πειρᾶσθαι, ὡς ἐπάναγκες εἶναί τι καὶ ταύτῃ συναΐδιον ἢ καὶ τὸν υἱὸν μεταγενέστερον 1.1.381 οἴεσθαι; οὔτε γὰρ ἡ γέννησις τοῦ μονογενοῦς ἐντὸς τῶν αἰώνων οὔτε ἡ κτίσις πρὸ τῶν αἰώνων, ὥστε οὐδενὶ τρόπῳ προσήκει τὴν ἀδιάστατον φύσιν καταμερίζεσθαι, καὶ μεταξὺ τῆς πάντων ποιητικῆς αἰτίας διαστηματικήν τινα παρενείρειν ὑπόνοιαν ἐν τῷ λέγειν ποτὲ μὴ εἶναι τὸν πᾶσι δεδωκότα τὸ 1.1.382 εἶναι. οὐκοῦν ἀληθὴς ὁ προαποδεδομένος λόγος, ὅτι τῇ μὲν ἀγεννησίᾳ τοῦ πατρὸς ἡ τοῦ μονογενοῦς ἀϊδιότης γεν νητῶς συνεπινοεῖται· εἰ δέ τι διάστημα μεταξὺ νομισθείη, ᾧ ἡ γέννησις τοῦ υἱοῦ τῆς τοῦ πατρὸς ζωῆς διατέμνεται, τούτῳ καὶ ἡ ἀρχὴ τῆς ζωῆς τοῦ ἐπὶ πάντων θεοῦ ὁρισθή 1.1.383 σεται, ὅπερ ἄτοπον. τὴν δὲ κτίσιν κωλύει οὐδέν, ἄλλο τι οὖσαν κατὰ τὴν ἰδίαν φύσιν παρὰ τὸν κτίσαντα, ἀπό τινος ἰδιαζούσης νοηθῆναι ἀρχῆς, καθὼς ἔφαμεν, κατ' οὐδὲν τῇ ἀκηράτῳ καὶ προαιωνίῳ φύσει συμβαίνουσαν. τὸ γὰρ ἐκ μὴ ὄντων ἤ, ὥς φησιν ὁ ἀπόστολος, ἐκ μὴ φαινομένων οὐρανὸν ἢ γῆν ἢ ἄλλο τι τῶν ἐν τῇ κτίσει θεωρουμένων γεγενῆσθαι λέγειν οὐδεμίαν τῷ ποιητῇ τῶν ὅλων ἀδοξίαν προστρίβεται, ἐπεὶ καὶ μεμαθήκαμεν παρὰ τῆς θείας γρα 1.1.384 φῆς μήτε ἐξ ἀϊδίου ταῦτα εἶναι μήτε εἰσαεὶ διαμένειν. εἰ δέ τι τῶν ἐν τῇ ἁγίᾳ τριάδι πεπιστευμένων μὴ ἀεὶ συνυπ άρχειν τῷ πατρὶ πιστευθείη, ἀλλά τις κατὰ τὸν τῆς αἱρέ σεως λόγον ἐπινοηθείη διάνοια γυμνοῦσά ποτε τὸν ἐπὶ πάντων θεὸν τῆς τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος δόξης οὐδὲν ἕτερον ἢ παντὸς ἀγαθοῦ καὶ θείου πράγματός τε καὶ νοήματος κατὰ τὸν τῆς αἱρέσεως λόγον ὁ θεὸς κεχωρι σμένος ἐπιδειχθήσεται. εἰ δὲ ἀεὶ ἔνδοξος ὁ πατὴρ ὁ ὑπάρ 1.1.385 χων πρὸ τῶν αἰώνων, δόξα δὲ τοῦ πατρὸς ὁ προαιώνιος υἱός, ὁμοίως δὲ καὶ τοῦ υἱοῦ δόξα τὸ τοῦ Χριστοῦ πνεῦμα τὸ ἀεὶ συνθεωρούμενον τῷ υἱῷ καὶ τῷ πατρί, πόθεν ὁ σοφὸς οὗτος καὶ ἐκ ποίας παιδεύσεως τὸ 20πρεσβύτερον20 ἐν τοῖς ἀχρόνοις καὶ τὸ 20τιμιώτερον20 ἐν τοῖς κατὰ τὴν φύσιν τιμίοις ἀποφαίνεται, συγκριτικῶς ὑπερτιθεὶς τοῦ ἑτέρου τὸ ἕτερον καὶ διὰ τῆς τοῦ ἑνὸς προτιμήσεως τὸ ἐφεξῆς ἀτιμάζων; ἡ γὰρ ἀντιδιαστολὴ τοῦ 20τιμιωτέρου20 φανερω τέρα πάντως ἐστὶν εἰς ὅ τι φέρει. 1.1.386 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. 20ἅτε20, φησί, 20τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας ἀπο φαινόντων20. καλῶς ὁ γεννάδας ἦλθεν ἐπὶ τὴν ἄμαχον συνηγορίαν τοῦ λόγου. 20αἱ αὐταὶ ἐνέργειαι τὴν ταὐ τότητα τῶν ἔργων ἀποτελοῦσι20, φησίν. ἴδωμεν τοίνυν ἐπὶ τῶν πραγμάτων τὸν λόγον. μία τοῦ πυρὸς ἡ διὰ τοῦ θερμαίνειν ἐνέργεια, ἀλλὰ τὰ ἔργα οἵαν ἔχει τὴν 1.1.387 συμφωνίαν