1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

51

γίνοιτο χρῆσις, ἡ δὲ παρατροπὴ τῆς ὀρθῆς περὶ τῶν ὄντων κρίσεως εἰς ἀφορμὴν κακῶν τὰ ἀγαθὰ περιήγαγεν. οἷον τί λέγω; τί γλυκύτερον τῆς τῶν ὀφθαλμῶν ἐνεργείας; ἀλλ' ὅταν ἡ ὄψις πάθους ὑπηρέτις γίνηται τοῖς τοιούτοις, τὸ ἐπ' εὐεργεσίᾳ γενόμενον αἴτιον κακοῦ γεγενῆσθαι λέγεται· ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι κακῶς τῷ καλῷ τις χρησά μενος πάθος τὴν χρῆσιν ἐποίησεν. οὕτω καὶ τὰ ἄλλα πάντα, ὅσα παρὰ τοῦ θεοῦ ἔχει ἡ φύσις, ἐν τῇ προαιρέσει τῶν 5.440 κεχρημένων κεῖται ἢ καλῶν ἢ κακῶν ὕλη γενέσθαι. διό φησι· Τὰ σύμπαντα, ἃ ἐποίησε καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν. ὁ δὲ αἰὼν διαστηματικόν τι νόημα ὢν πᾶσαν δι' ἑαυτοῦ σημαίνει τὴν κτίσιν τὴν ἐν αὐτῷ γενομένην. οὐκοῦν ἐκ τοῦ περιέχοντος ἅπαν τὸ ἐμπεριεχόμενον δείκνυσιν ὁ λόγος. πάντα οὖν ὅσα ἐν τῷ αἰῶνι γέγονεν, ἔδωκε τῇ ἀνθρωπίνῃ καρδίᾳ ἐπ' ἀγαθῷ ὁ θεός, ὥστε ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναθεωρεῖν δι' αὐτῶν τὸν ποιήσαντα. οἱ δὲ δι' ὧν εὐεργετήθησαν, διὰ τούτων ἐβλάβησαν τῷ μὴ κατὰ τὸ δέον ἑκάστῳ καὶ πρὸς τὸ λυσιτελοῦν ἀποχρήσασθαι. διὰ τοῦτό φησιν· Ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ θεός, ὅπερ σημαίνει, ὅτι διὰ τοῦτο ἐπεκράτησεν ἡ ἀπάτη τῆς ἀνθρωπίνης ψυχῆς, ὅπως μὴ ἐπιγνῷ τὸ ἀγαθὸν Ποίημα, ὃ ἐποίησεν ὁ θεὸς ἐπὶ τῷ τῆς ὠφελείας σκοπῷ, ἐν πᾶσι τοῖς γεγονόσιν ἀπ' ἀρχῆς τῆς κτίσεως καὶ μέχρι τῆς τοῦ παντὸς συμπληρώσεως οὐδενὸς ἐν τοῖς οὖσιν ὄντος κακοῦ· οὐδὲ γὰρ ἔχει φύσιν ἐξ ἀγαθοῦ κακόν τι φῦναι. εἰ δὲ ἀγαθὸς ὁ τῶν πάντων αἴτιος, ἀγαθὰ πάντως, ὅσα ἐκ τοῦ ἀγαθοῦ τὴν ὑπόστασιν ἔχει. 5.441 Εἶτα, Ἔγνων, φησίν, ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. ἀνακεφαλαιοῦται τῷ λόγῳ τὰ εἰρημένα. εἰ γὰρ ἡ ἐν καιρῷ τῶν θείων ποιημάτων χρῆσις τὸ καλὸν ὁρίζει τῇ ἀνθρωπίνῃ ζωῇ, ἓν ἂν εἴη καλὸν ἡ διηνεκὴς ἐπὶ τοῖς καλοῖς εὐφροσύνη, ἥτις ἐκ τῶν ἀγαθῶν ἔργων γεννᾶται. ἡ γὰρ τῶν ἐντολῶν ἐργασία νῦν μὲν διὰ τῆς ἐλπίδος εὐφραίνει τὸν τῶν καλῶν προϊστάμενον ἔργων, μετὰ ταῦτα δὲ ἡ ἀπόλαυσις τῶν ἀγαθῶν τὴν ἐλπίδα ἐκδεξαμένη ἀΐδιον τοῖς ἀξίοις τὴν εὐφροσύνην προτίθησιν, ὅτε φησὶν ὁ κύριος τοῖς τὸ ἀγαθὸν πεποιηκόσιν, ὅτι ∆εῦτε οἱ εὐλογημένοι, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. καὶ ὅπερ ἐστὶν ἡ βρῶσις καὶ ἡ πόσις τῷ σώματι, δι' ὧν συντηρεῖται ἡ φύσις, τοῦτό ἐστι τῇ ψυχῇ τὸ πρὸς τὸ ἀγαθὸν βλέπειν· καὶ τοῦτο ὡς ἀληθῶς δόμα ἐστὶ θεοῦ τὸ ἐνατενίζειν θεῷ. τοῦτο γάρ ἐστι τὸ νόημα, ὃ ἐν τοῖς ἐφεξῆς εἰρημένοις διερμηνεύεται. ἔχει δὲ ἡ λέξις οὕτως· Καί γε πᾶς ἄνθρωπος, ὃς φάγεται καὶ πίεται καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστιν. ὡς γὰρ ὁ ἄνθρωπος, φησίν, ὁ σαρκώδης ἐν τῷ φαγεῖν καὶ πιεῖν τὴν ἰσχὺν ἔχει, οὕτως ὁ τὸ ἀγαθὸν βλέπων (ἀγαθὸν δὲ ἀληθινὸν ὁ μόνος ἀγαθὸς ἂν εἴη) δόμα 5.442 θεοῦ ἔχει ἐν παντὶ μόχθῳ αὐτοῦ αὐτὸ τοῦτο τὸ πρὸς τὸ ἀγαθὸν ἀεὶ βλέπειν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.