1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

51

Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Μή τι τὸ τῆς φύσεως παρηλλαγμένον ἐποίησεν; βʹ. Ὁρᾷς ὅτι οὐδὲν ποιεῖ τὸ τῶν φύσεων μέσον, ἀλλὰ τὸ τῆς προαιρέσεως; ∆ιὰ τὴν προαίρεσιν τοίνυν πολὺ χείρους ἁπάντων εἰσίν. Ἀλλ' ἀγγέλου οὐ κατεξανίσταμαι, φησί· πολὺ γὰρ τὸ μέσον ἐμοῦ κἀκείνου. Καὶ μὴν ἀνθρώπου κατεξανίστασθαι οὐκ ὀφείλεις, οὐ μᾶλλον ἢ ἀγγέλου. Ὁ μὲν γὰρ ἄγγελος τῇ φύσει σοῦ διέστηκεν, ὅπερ οὔτε ἐγκώμιον ἐκείνου, οὔτε κακία γένοιτο· ἄνθρωπος δὲ ἀνθρώπου οὐκέτι φύσει, ἀλλὰ προαιρέσει διέστηκε· καὶ ἔστι καὶ ἐν ἀνθρώποις ἄγγελος. Ὥστε εἰ κατ' ἀγγέλων μὴ κατεξανίστασαι, πολλῷ μᾶλλον κατὰ ἀνθρώπων τῶν ἐν τῇ φύσει ταύτῃ γενομένων ἀγγέλων. Εἰ γὰρ γένοιτο ἐν ἀνθρώποις ἐνάρετος οὕτως ὡς ἄγγελος, πολύ σου 62.77 μᾶλλον οὗτος μείζων, ἢ ἐκεῖνός ἐστι. Τί δήποτε; Ὅτι ὅπερ ἀπὸ φύσεως ἔσχεν ἐκεῖνος, τοῦτο κατώρθωσεν ἀπὸ προαιρέσεως αὐτός· καὶ ὅτι ἀπῴκισταί σου ὁ ἄγγελος καὶ τῷ τόπῳ καὶ τὸν οὐρανὸν οἰκεῖ· οὗτος δὲ ἀναστρέφεται μετὰ σοῦ, καὶ δίδωσί σοι τοῦ ζήλου ῥοπήν. Καὶ μὴν καὶ οὗτος ἀπῴκισται μᾶλλον ἢ ἐκεῖνος. Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς. Ὅτι δὲ μᾶλλον οὗτος ἀπῴκισται, ἄκουσον, ποῦ αὐτοῦ κάθηται ἡ κεφαλή· Εἰς τὸν θρόνον, φησὶ, τὸν βασιλικόν· ὅσῳ δὲ πόῤῥω ἡμῶν ὁ θρόνος, τοσούτῳ καὶ οὗτος. Ἀλλ' ὁρῶ τιμῆς ἀπολαύοντα, φησὶ, καὶ εἰς ζηλοτυπίαν ἄγομαι. Τοῦτο γάρ ἐστιν ὃ πάντα ἄνω καὶ κάτω πεποίηκε, καὶ οὐ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν μυρίων ἐνέπλησε θορύβων. Καὶ καθάπερ εἰς λιμένα γαληνὸν πνεύματα ἄγρια ἐξ ἐναντίας ἐμπεσόντα, πάσης σπιλάδος καὶ παντὸς πορθμοῦ ἐπισφαλέστερον αὐτὸν καθίστησιν· οὕτω δὴ καὶ ὁ τῆς δόξης ἔρως ἐπεισελθὼν, πάντα ἀνέτρεψε καὶ συνέχεε. Παραγεγόνατε πολλάκις ἐμπρησμῷ οἰκιῶν μεγάλων· εἴδετε πῶς ἄνεισιν εἰς τὸν οὐρανὸν ὁ καπνὸς, καὶ μηδενὸς προσιόντος σβέσαι τὸ κακὸν, ἀλλὰ τὸ καθ' ἑαυτὸν ἑκάστου σκοπουμένου, μετὰ πολλῆς τῆς ἡσυχίας τὸ πῦρ ἅπαντα ἐπινέμεται· καὶ περιέστηκε μὲν πολλάκις κύκλῳ πᾶσα ἡ πόλις, περιεστήκασι δὲ θεαταὶ κακῶν, οὐ σύμμαχοι οὐδὲ βοηθοί· καὶ ἔστιν ἰδεῖν οὐδὲν ποιοῦντας ἅπαντας τοὺς περιεστῶτας, ἀλλ' ἕκαστον αὐτῶν τὴν χεῖρα ἐκτείνοντα, καὶ τῷ προσφάτως ἐλθόντι πρὸς τὸν τόπον ἐπιδεικνύντα, ἢ διὰ θυρίδος λαμπάδα ἐξαλλομένην συνεχῶς, ἢ δοκοὺς καταῤῥιπτομένας, ἢ περίβολον ὁλόκληρον τῶν ἐρεισμάτων ἀποσπασθέντα καὶ πρὸς τὴν γῆν ἐπειγόμενον. Εἰσὶ δὲ πολλοὶ τῶν τολμηρῶν καὶ ῥιψοκινδύνων, οἳ καὶ πλησίον αὐτῶν γενέσθαι τῶν καιομένων οἰκοδομημάτων κατετόλμησαν, οὐχ ὥστε χεῖρα ὀρέξαι αὐτοῖς καὶ σβέσαι τὸ κακὸν, ἀλλ' ὥστε ἡδυτέραν γενέσθαι τὴν θέαν, ἐκ τοῦ σύνεγγυς πάντα δυναμένων αὐτῶν περισκοπεῖν, ἃ τοὺς ἔξωθεν πολλάκις ἔλαθεν. Εἰ δὲ καὶ λαμπρὰ καὶ μεγάλη τύχοι οὖσα ἡ οἰκία, ἐλεεινὸν θέαμα καὶ πολλῶν αὐτοῖς δακρύων ἄξιον εἶναι δοκεῖ. Καὶ ἔστιν ἀληθῶς ἰδεῖν θέαμα ἐλεεινὸν, κιόνων κεφαλὰς κόνιν γινομένας, πολλοὺς δὲ καὶ αὐτοὺς διακεκλασμένους, τοὺς μὲν τοῦ πυρὸς κατεργαζομένου, τοὺς δὲ πολλάκις τῶν οἰκοδομησάντων αὐτοὺς χειρῶν ὠθουσῶν, ὥστε μὴ πλείονα τροφὴν γενέσθαι τῷ πυρί. Ἔστι δὲ ἰδεῖν ἀγάλματα, ἃ μετὰ πολλοῦ τοῦ κόσμου, τῆς ὀροφῆς ἐπικειμένης, εἰστήκει, ἀνακαλυφθέντα, τῆς στέγης ἀφαιρεθείσης, καὶ ἐν αἰθρίῳ μετὰ πολλῆς τῆς ἀμορφίας ἑστηκότα. Τί δέ; τὸν πλοῦτον τὸν ἔνδον ἐναποκείμενον τίς διηγήσαιτο, τὰ ἱμάτια τὰ χρυσᾶ, καὶ τὰ σκεύη τὰ ἀργυρᾶ; Καὶ γὰρ ἔνθα μόνος ὁ δεσπότης εἰσῄει μετὰ τῆς ἑαυτοῦ συζύγου, ἔνθα τῶν πολλῶν ἱματίων καὶ ἀρωμάτων τὸ ταμεῖον ἦν, τῶν λίθων τῶν πολυτελῶν τὰ δοχεῖα, μιᾶς πυρᾶς γενομένης, καὶ βαλανευταὶ καὶ κοπρῶναι καὶ δραπέται καὶ πάντες λοιπὸν ἔνδον, καὶ πάντα τὰ ἔνδον ὕδωρ καὶ πῦρ καὶ πηλὸς καὶ κόνις, καὶ ξύλα ἡμίκαυστα. Τί δὲ τὴν εἰκόνα ταύτην ἐπιπλέον ἐξέτεινα; Οὐχ ἁπλῶς οἰκίας ἐμπρησμὸν ὑπογράψαι βουλόμενος· τί γάρ μοι τούτου μέλει; ἀλλὰ παραστῆσαι βουλόμενος τοῖς ὑμετέροις ὀφθαλμοῖς, ὡς οἷόν τε, τὰ τῆς Ἐκκλησίας κακά. Καθάπερ γὰρ ἐμπρησμὸς ὄντως, ἢ σκηπτός τις ἄνωθεν φερόμενος, οὕτως εἰς αὐτὸν κατηνέχθη