52
ἐπαγγελίας οἱ θεῖοι λόγοι προεθέσπιζον, σπανίοις δὲ αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς, ἤτοι τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐξ αὐτῶν πεπιστευκόσιν, ἢ τοῖς πρὸ τῆς παρουσίας αὐτοῦ δεδικαιωμένοις, αὐτάρκως ἡγοῦμαι δεδηλωκέναι, ὅτι μὴ ἀδιακρίτως εἰς ἅπαντας Ἰουδαίους τὰ τῶν θείων ἐπαγγελιῶν ἐπληροῦτο, καὶ ὅτι μὴ μᾶλλον αὐτοῖς ἢ τοῖς ἐξ ἐθνῶν τὸν Χριστὸν τοῦ θεοῦ παραδεξαμένοις τὰ τῶν προφητῶν ἐφαρμόττει λόγια. τίς δὲ ἦν ἡ τῶν θείων ἐπαγγελιῶν διάνοια, κατὰ καιρὸν τὸν προσήκοντα παραστήσω. 2.3.176 Ταῦτα δὲ ὡς ἀναγκαίως μοι συνείλεκται εἰς ἔλεγχον τῶν ἐκ περιτομῆς ὑπ' ἀλόγου μεγαλαυχίας μόνοις αὐτοῖς τὸν Χριστὸν ἐπιδημήσειν, οὐχὶ δὲ καὶ πᾶσιν ἀνθρώποις, ἀπαυθαδιζομένων, εἴς τε ἀπόδειξιν τῆς ἡμῶν αὐτῶν περὶ τὰ ἐκείνων λόγια εὐλόγου σπουδῆς. 2.3.177 συνέστη δέ μοι διὰ τοῦ πρὸ τούτου συγγράμματος καὶ τὸ αἴτιον τοῦ μὴ ἰουδαΐζειν ἡμᾶς, καὶ ταῦτα ταῖς αὐτῶν χαίροντας προφητικαῖς γραφαῖς, ἀλλὰ καὶ ὁποῖος ὁ βίος τυγχάνει ὁ διὰ τοῦ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι κεκηρυγμένος ἥ τε ἀρχαιότης τοῦ τρόπου τῆς εὐαγγελικῆς πολιτείας, ὡς οἷόν τε ἦν, ἐν αὐτῷ διελήλυθα. 2.3.178 τούτων δ' ἡμῖν προηνυσμένων, ἤδη ποτὲ καιρὸς ἀπορρητοτέρων ἅψασθαι λόγων, τῶν περὶ τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας, καὶ ὡς ἂν μάθοιμεν διὰ τί νῦν ἀλλ' οὐ πρὸ τούτου τὴν εἰς ἅπαντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ πεποίητο, καὶ τί τὸ αἴτιον ἦν τοῦ μὴ πάλαι πρότερον ἔναγχος δὲ καὶ μετὰ τὸν μακρὸν αἰῶνα τῆς τῶν ἐθνῶν ἀπάρξασθαι αὐτὸν κλήσεως, τά τε ἄλλα ὅσα δήποτε τῆς κατ' αὐτὸν ἀπορρήτου θεολογίας οἰκεῖα τυγχάνει, ἔτι μὴν καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ· ἃ καὶ πρῶτα ἐξ ἑτέρας λόγου ἀρχῆς, ὡς πρὸς τοὺς ἀπίστους, τέως αὐτὸν βοηθὸν ἐπικαλεσάμενοι τὸν τοῦ θεοῦ λόγον, φέρε διασκεψώμεθα. 3.Pin.t Τάδε ἔνεστιν ἐν τῷ τρίτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. 3.Pin.1 αʹ. Ὅπως οἱ παρ' Ἑβραίοις προφῆται τὸ εὐαγγέλιον ἐκήρυττον. 3.Pin.2 βʹ. Ὅπως περὶ τοῦ Χριστοῦ προανεφώνουν. 3.Pin.3 γʹ. Πῶς πρὸς τοὺς πλάνον ὑπειληφότας γεγονέναι αὐτὸν ἀντενεχθησόμεθα. 3.Pin.4 δʹ. Περὶ τῶν θειοτέρων ἔργων αὐτοῦ. 3.Pin.5 εʹ. Ὅτι μὴ πλασάμενοι οἱ αὐτοῦ μαθηταὶ τῇ δὲ ἀληθείᾳ ἐμαρτύρουν τὰς ὑπ' αὐτοῦ πραχθείσας παραδοξοποιοὺς ἱστορίας. 3.Pin.6 ϛʹ. Ὅτι μὴ κατὰ γοητείαν ἐνθέῳ δὲ ἀρετῇ καὶ δυνάμει τὰ παράδοξα διεπράξατο. 3.Pin.7 ζʹ. Ὡς καὶ ἀπὸ τῆς ἐνεργείας αὐτῆς συνορᾶται τοῖς φιλαληθέσιν ἡ τῆς περὶ αὐτὸν ἐνθέου ἀρετῆς δύναμις. 3.t.1 Λόγος γʹ. Τῶν προλεγομένων εἰς τὴν εὐαγγελικὴν ἀπόδειξιν αὐτάρκως μοι γεγυμνασμένων, ἀποδεδειγμένου τε τοῦ τρόπου τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, τῆς τε αἰτίας ἀποδοθείσης δι' ὧν τὰ Ἰουδαίων ἀσπασάμενοι λόγια τὸν κατ' αὐτοὺς βίον παρῃτησάμεθα, καὶ ἔτι πρὸς τούτοις συστάντος, ὡς αἱ προφητικαὶ παρ' αὐτοῖς γραφαί, προλαβοῦσαι τὸ μέλλον, τῆς ἡμετέρας διὰ Χριστοῦ γενομένης κλήσεως ἐμνημόνευσαν, δι' ὃ καὶ ὡς οἰκείων ἀλλ' οὐκ ἀλλοτρίων αὐτῶν μεταποιούμεθα· καλεῖ δὴ καιρὸς ἐπ' αὐτὴν ἐμβάντα τὴν ὑπόθεσιν ἄρξασθαι τῶν ἐπηγγελμένων. 3.Prooem.2 τίνα δὲ ἦν ταῦτα ἀλλ' ἢ τὰ περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ, αἵ τε τῶν παρ' Ἑβραίοις προφητῶν περὶ τῆς κατ' αὐτὸν θεολογίας διδασκαλίαι, καὶ αἱ περὶ τῆς εἰς ἀνθρώπους ἐπιφανείας αὐτοῦ προρρήσεις, ἃς αὐτῷ μόνῳ ἐφαρμόζειν ἐξ ἐναργῶν τῶν ἀποτελεσμάτων αὐτίκα μάλα παραστήσομεν, πρῶτον ἀναγκαίως ἐκεῖνο θεωρήσαντες, ὅπως οἱ προφῆται τὴν τοῦ εὐαγγελίου μνήμην ἐπὶ τοῦ Χριστοῦ προελάμβανον. 3.1.1 Τοῦ δηλωθέντος μάρτυς ἂν εἴη ῥήμασιν αὐτοῖς Ἡσαΐας, ἐκ προσώπου τοῦ Χριστοῦ κεκραγώς· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», ἥντινα προφητείαν ὁ σωτὴρ ἡμῶν ἐν τῇ συναγωγῇ ποτε διελθὼν ἐπὶ τοῦ πλήθους τῶν Ἰουδαίων, «πτύξας τὸ βιβλίον» εἶπεν· «σήμερον πεπλήρωται ἡ