1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

52

τῆς Ἐκκλησίας τὸν ὄροφον, καὶ οὐδένα διανίστησιν· ἀλλὰ τῆς οἰκίας τῆς πατρῴας καιομένης, 62.78 καθεύδομεν ὕπνον τινὰ βαθὺν καὶ ἀναίσθητον. Τίνος γὰρ οὐχ ἥψατο τοῦτο τὸ πῦρ; ποίων ἀγαλμάτων τῶν ἐν Ἐκκλησίᾳ ἑστώτων; Ἐκκλησία γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ διὰ τῶν ἡμετέρων ψυχῶν ᾠκοδομημένη οἰκία. Ἡ δὲ οἰκία αὕτη οὐκ ἔστιν ἰσότιμος ἅπασα, ἀλλὰ τῶν εἰς αὐτὴν συντελούντων λίθων οἱ μέν εἰσι λαμπροὶ καὶ φαιδροὶ, οἱ δὲ ἐκείνων μὲν ἐλάττους καὶ ἀμαυρότεροι, πολλῷ δὲ ἄλλων βελτίους. Ἔστιν ἰδεῖν ἐνταῦθα πολλοὺς καὶ χρυσοῦ τάξιν ἐπέχοντας, χρυσοῦ τοῦ κοσμοῦντος τὸν ὄροφον· ἔστιν ἰδεῖν καὶ τὸν ἀπὸ ἀγαλμάτων κόσμον ἄλλους παρεχομένους· πολλοὺς ἔστιν ἰδεῖν ὡς στύλους ἑστῶτας. Οἶδε γὰρ καὶ ἀνθρώπους στύλους καλεῖν, οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ τῷ κάλλει πολὺν παρέχοντας κόσμον, κεφαλὰς ἔχοντας κεχρυσωμένας. Ἔστι πλῆθος ἰδεῖν, ὡς ἐπὶ πολὺ τὸ διάστημα καὶ τὴν εὐρυχωρίαν τῶν περιβόλων εἶναι· τὸ γὰρ πολὺ πλῆθος τὴν τάξιν ἐπέχει τῶν λίθων τῶν τοὺς τοίχους οἰκοδομούντων. γʹ. Μᾶλλον δὲ ἐπὶ λαμπροτέραν ἐλθεῖν εἰκόνα δεῖ. Αὕτη ἡ Ἐκκλησία οὐκ ἀπὸ τῶν λίθων τούτων ᾠκοδόμηται, ἀλλ' ἀπὸ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τῶν λίθων τῶν τιμίων, καὶ πολὺς πανταχοῦ διέσπαρται ὁ χρυσός. Ἀλλ' ὢ τῶν πικρῶν δακρύων! πάντα γὰρ ταῦτα κατέφλεξε τῆς κενοδοξίας ἡ τυραννὶς, ἡ παμφάγος αὕτη φλὸξ, καὶ οὐδεὶς ἀνωτέρω τοῦ πράγματος γέγονεν· ἀλλ' ἑστήκαμεν τὴν μὲν φλόγα θαυμάζοντες, σβέσαι δὲ τὸ κακὸν οὐκέτι δυνάμενοι. Κἂν σβέσωμεν δὲ πρὸς βραχὺν καιρὸν, ἀλλὰ πάλιν μετὰ δύο καὶ τρεῖς ἡμέρας ὥσπερ ἀπό τινος σποδιᾶς σπινθὴρ ἐντυφόμενος ἀνέτρεψεν ἅπαντα, καὶ ὅσα τοῖς πρότερον οὐ κατειργάσατο. Οὕτω δὴ καὶ ἐνταῦθα γίνεται· καὶ γὰρ καὶ ἐπὶ τῆς πυρκαϊᾶς τοῦτο συμβαίνειν ἔθος ἐστί. Τὸ δὲ αἴτιον, τῶν στύλων αὐτῶν τῆς Ἐκκλησίας τὰ ἐρείσματα διέφυγεν ἡμᾶς, τοὺς τὸν ὄροφον ἀνέχοντας, καὶ πρότερον πᾶσαν συγκρατοῦντας τὴν οἰκοδομίαν περιέβαλε τῷ πυρί. ∆ιὰ τοῦτο καὶ εἰς τοὺς λοιποὺς τοίχους εὔκολος γέγονεν ἡ διαδρομή. Καὶ γὰρ ἐπὶ τῶν οἰκοδομημάτων, ὅταν μὲν ξύλων ἐπιλάβηται, μᾶλλον ὁπλίζεται κατὰ τῶν λίθων· ὅταν δὲ τοὺς στύλους κατενέγκῃ καὶ ῥίψῃ χαμαὶ, οὐδὲν δεῖται λοιπὸν πρὸς τὸ τὰ λοιπὰ τῇ φλογὶ κατεργάσασθαι. Τῶν γὰρ ἐρειδόντων καὶ ὑποστηριζόντων τὰ ἄνω καταπιπτόντων, αὐτόματα κἀκεῖνα μετὰ πολλῆς τῆς ἑτοιμότητος τούτοις ἕπεται. Οὕτω δὴ καὶ νῦν γέγονεν ἐπὶ τῆς Ἐκκλησίας· πάντων τὸ πῦρ ἐπελάβετο· τιμὰς τὰς παρὰ ἀνθρώπων ζητοῦμεν, καὶ περὶ τὴν δόξαν ἐκκαιόμεθα, καὶ οὐκ ἀκούομεν τοῦ Ἰὼβ λέγοντος· Εἰ καὶ ἁμαρτὼν ἀκουσίως, διετράπην πολυοχλίαν; Εἶδες ψυχὴν ἐνάρετον; Οὐκ ᾐσχύνθην, φησὶν, ἐναντίον τοῦ πλήθους παντὸς εἰπεῖν τὰ ἀκούσια ἁμαρτήματα. Εἰ δὲ ἐκεῖνος οὐκ ᾐσχύνετο, πολλῷ μᾶλλον ἡμᾶς ἐχρῆν τοῦτο ποιεῖν. Λέγε γὰρ σὺ, φησὶ, τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Πολλὴ γέγονεν ἡ σφοδρότης τούτου τοῦ κακοῦ, πάντα ἀνατέτραπται καὶ ἠφάνισται. Τιμῆς δοῦλοι γεγόναμεν, ἀφέντες τὸν Θεόν· οὐκέτι τοῖς ἀρχομένοις ἐπιπλῆξαι δυνάμεθα, τῷ αὐτῷ καὶ αὐτοὶ κατεχόμενοι πυρετῷ· καὶ αὐτοὶ δὲ δεόμεθα ἰατρείας, οἱ ταχθέντες εἰς τὸ θεραπεύειν τοὺς ἄλλους ὑπὸ τοῦ Θεοῦ. Ποία λοιπὸν ἐλπὶς σωτηρίας ὑπολείπεται, τῶν 62.79 ἰατρευόντων καὶ αὐτῶν τῆς ἑτέρων δεομένων χειρός; Ταῦτα οὐχ ἁπλῶς εἶπον, οὐδὲ μάτην ὀδύρομαι, ἀλλ' ἵνα κοινῇ πάντες μετὰ γυναικῶν καὶ παίδων σποδὸν καταπασάμενοι, καὶ σάκκον περιζωσάμενοι, νηστείαν ἐπιτείνωμεν, τὸν Θεὸν παρακαλέσωμεν αὐτὸν ἡμῖν χεῖρα ὀρέξαι, καὶ σβέσαι τὸ δεινόν. Τῆς γὰρ ἐκείνου χειρὸς ὄντως χρεία, τῆς μεγάλης, τῆς θαυμαστῆς. Μείζονα τῶν Νινευϊτῶν γενέσθαι δεῖ παρ' ἡμῶν. Ἔτι τρεῖς ἡμέραι, φησὶ, καὶ Νινευῒ καταστραφήσεται. Φοβερὸν τὸ κήρυγμα, καὶ πολλῆς γέμον τῆς ἀπειλῆς· πῶς γὰρ οὔ; μετὰ τρεῖς ἡμέρας προσδοκᾷν τὴν πόλιν αὐτοῖς ἔσεσθαι τάφον, καὶ μιᾷ τιμωρίας ἰδέᾳ πάντας ἀπολέσθαι. Εἰ γὰρ ὅταν συμβῇ κατὰ τὸν καιρὸν ἐν οἰκίᾳ μιᾷ δύο παῖδας ἀπολέσθαι, ἀφόρητον γίνεται τὸ δεινὸν, καὶ εἰ τῷ Ἰὼβ τοῦτο μάλιστα πάντων ἔδοξεν εἶναι ἀφόρητον, ὅτι πᾶσιν