1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

53

γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν». 3.1.2 καὶ δὴ ἐνθένδε ἀρξάμενος τῆς οἰκείας διδασκαλίας πτωχοῖς εὐηγγελίζετο, τῶν παρ' αὐτῷ μακαρισμῶν προτάττων «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». ἀλλὰ καὶ τοῖς ὑπὸ πνευμάτων πονηρῶν ὀχλουμένοις, ὑπό τε δαιμόνων τρόπον αἰχμαλώτων πάλαι πρότερον κεκρατημένοις, τὴν ἄφεσιν προεκήρυττε, τοὺς πάντας εἰς ἐλευθερίαν καὶ λύσιν τῶν ἀπὸ κακίας δεσμῶν ἀνακαλούμενος δι' ὧν ἔφασκεν· «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». 3.1.3 καὶ τυφλοῖς δὲ τὴν ἀνάβλεψιν παρεῖχεν, τοῖς τὰς ὄψεις τοῦ σώματος διεφθαρμένοις τὸ βλέπειν δωρούμενος, κατὰ διάνοιαν τοῖς πάλαι περὶ τὴν ἀλήθειαν ἀμβλυωποῦσι τὸ φῶς τῆς ἀληθοῦς εὐσεβείας παρέχων ὁρᾶν. Τὸν μὲν οὖν Χριστὸν ἐν πρώτοις αὐθέντην καὶ ἀρχηγὸν ἔσεσθαι τῆς εὐαγγελικῆς πραγματείας ἡ παρατεθεῖσα προφητεία παρίστησιν, μετὰ δὲ αὐτὸν τῆς αὐτῆς ὑποθέσεως ὑπηρέτας ἔσεσθαι τοὺς αὐτοῦ μαθητὰς θεσπίζει ὁ αὐτὸς λέγων προφήτης· «ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ» ἢ «τῶν εὐαγγελιζομένων εἰρήνην». 3.1.4 Ἔνθα σφόδρα ἀπηκριβωμένως ὡραίους ἔφησεν ἔσεσθαι τοὺς πόδας τῶν εὐαγγελιζομένων τὰ τοῦ Χριστοῦ ἀγαθά. πῶς γὰρ οὐκ ἔμελλον ὡραῖοι ἔσεσθαι οἱ ἐν ὀλίγῳ καὶ βραχεῖ χρόνῳ τὴν πᾶσαν περιδραμούμενοι οἰκουμένην καὶ πάντα τόπον πληρώσοντες τῆς περὶ τοῦ σωτῆρος τοῦ κόσμου θεοσεβοῦς διδασκαλίας; ὅτι δὲ μὴ ῥήμασιν ἀνθρωπίνοις ἐκέχρηντο εἰς πειθὼ τῶν ἀκροωμένων, θεοῦ δὲ δύναμις ἦν ἡ συνεργοῦσα αὐτοῖς ἐν τῷ εὐαγγελικῷ κηρύγματι, ἄλλος πάλιν προφήτης ἀναφωνεῖ· «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ». 3.1.5 Καὶ πάλιν ὁ Ἡσαΐας· «ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἶπον ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ θεὸς ἡμῶν. ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ. ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ ἐν τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει». 3.1.6 Ταῦτα δὲ ὁποίας ἔχεται διανοίας, ὁδῷ προϊόντες κατὰ τὴν εὐαγγελικὴν εἰσόμεθα διδασκαλίαν. πλὴν ἀλλὰ πέφανται τὸ εὐαγγέλιον καὶ τοὔνομα δὲ τοῦ εὐαγγελίου διὰ τῶν προφητικῶν φωνῶν μεμαρτυρημένον, ἔχεις τε λευκὰς καὶ ἐναργεῖς ἀποδείξεις, ἐκ τίνος μὲν ἄρξεται τὸ εὐαγγέλιον, ὅτι δὴ ἐξ αὐτοῦ τοῦ Χριστοῦ, δι' ὧν τε κηρυχθήσεται, ὅτι διὰ τῶν ἀποστόλων αὐτοῦ, ἀλλὰ καὶ ποίᾳ δυνάμει κρατήσει, ὅτι μὴ ἀνθρωπείᾳ· ὃ δὴ καὶ αὐτὸ συνέστη διὰ τοῦ «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ». 3.1.7 τί δὴ οὖν λείπεται ἐπὶ τούτοις ἢ ἐκ πολλῶν ὀλίγα προλαβεῖν τῶν παρ' Ἑβραίοις ἀνέκαθεν περὶ τοῦ Χριστοῦ προφητευομένων, ὡς ἂν εἰδῇς, τίνα ἔσεσθαι τὸ εὐαγγέλιον ἐν ὑστέροις καιροῖς εὐηγγελίζετο, ὁμοῦ τε τῶν προφητῶν τὸ θαῦμα τῆς τῶν μελλόντων προγνώσεως, καὶ τῶν προρρήσεων τὰ ἀποτελέσματα, ὅπως ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ συνίσταται πεπληρωμένα; 3.2.1 Πρῶτος προφητῶν Μωσῆς ἕτερον προφήτην ὅμοιον αὐτῷ ἀναστήσεσθαι εὐαγγελίζεται. ἐπειδὴ γὰρ ἡ κατ' αὐτὸν νομοθεσία μόνῳ τῷ Ἰουδαίων προσῆκεν ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς Ἰουδαίας γῆς ἢ ἀμφὶ ταύτην οὐχὶ δὲ καὶ τῷ πορρωτάτω τῆς ἀλλοδαπῆς διατρίβοντι ... συνῶπται διὰ τῶν πρόσθεν ἡμῖν γεγυμνασμένων, χρῆν δὲ δήπου τὸν μὴ μόνον Ἰουδαίων θεὸν ἀλλὰ καὶ ἐθνῶν καὶ τὰ πᾶσι τοῖς ἔθνεσι λυσιτελῆ πρὸς τὴν αὐτοῦ γνῶσίν τε καὶ εὐσέβειαν παρασχεῖν τῷ βίῳ, εἰκότως προφήτην ἕτερον κατ' οὐδὲν ἀποδέοντα τῆς κατ' αὐτὸν οἰκονομίας ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀναστήσειν διὰ χρησμοῦ θεσπίζει, τοῦτον εἰρηκότος αὐτοῦ τοῦ θεοῦ τὸν τρόπον· 3.2.2 «προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ' ὅ τι ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς