53
χωριζομένης; τοὐναν 1.1.397 τίον γάρ, καθὼς προέφην, κατασκευάζεται· ἐπειδὴ οὐδεὶς τρόπος τῆς τῶν ἐνεργειῶν παραλλαγῆς ἐν πατρὶ καὶ υἱῷ θεωρεῖται, καὶ τὸ μηδεμίαν ἐν ταῖς οὐσίαις τοῦ υἱοῦ καὶ τοῦ πνεύματος εἶναι διάστασιν ἐν τῇ ταὐτότητι τῆς ὑπο στησαμένης δυνάμεως ἐπιδείκνυται, καθὼς καὶ ἡ τοῦ λογο γράφου μαρτυρία βεβαιοῖ τὸν λόγον οὕτως ἐπὶ λέξεως ἔχουσα· 20ἅτε20, φησί, 20τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐ 1.1.398 τότητα τῶν ἔργων ἀποτελουσῶν20. ὥστε εἰ ταὐτό της ἐπιτελεῖται τῶν ἔργων ἐν τῇ τῶν ἐνεργειῶν ὁμοιότητι, ἔργον δὲ κατ' αὐτοὺς τοῦ μὲν πατρὸς ὁ υἱός, τούτου δὲ τὸ πνεῦμα τὸ ἅγιον, ἡ ὁμοιοτροπία τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐνεργείας τὴν ταὐτότητα πάντως τῆς ἀποτελεσθείσης οὐσίας ἐνδείξεται. 1.1.399 Ἀλλὰ προστίθησι· 20καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας ἐμφαι νόντων20. πάλιν τοίνυν καὶ τοῦτο σκοπήσωμεν, τίνι τὸ ἰσχυρὸν ὁ λόγος ἔχει, καὶ εἰ δοκεῖ διὰ τῶν ἐναργῶν ὑποδειγμάτων ταῦτα κατανοήσωμεν. ἆρ' οὐχὶ μία ἐστὶν ἡ διὰ τοῦ προστάσσειν ἐνέργεια τοῦ πάντα τὸν κόσμον καὶ 1.1.400 τὰ ἐν αὐτῷ συστησαμένου διὰ μόνου θελήματος; Αὐτὸς γὰρ εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. οὐκ ἐπὶ πάντων ὁμοίως οὐσιώθη τὸ πρόσταγμα καὶ ἤρ κεσεν ἡ βούλησις μόνη τὸ μὴ ὂν ὑποστήσασθαι; πῶς οὖν ἐκ μιᾶς τῆς διὰ τοῦ προστάσσειν ἐνεργείας τοσαύτης τῆς διαφορᾶς καθορωμένης οὗτος ὥσπερ οὐχ ὁρῶν τὰ πράγ ματα τὴν τῶν ἔργων παραλλαγὴν τὸ παρηλλαγμένον τῆς 1.1.401 ἐνεργείας ἐνδείκνυσθαι λέγει; τοὐναντίον γὰρ ἔδει μονο ειδῆ πάντα τὰ ἐν τῷ κόσμῳ εἶναι, εἴπερ κατὰ τὸν δογμα τιστὴν τῷ διαλλάσσοντι τῶν ἔργων καὶ τὸ τῶν ἐνεργειῶν παρηλλαγμένον ἐμφαίνεται. ἢ ταῦτα ὅμοια πάντα βλέπει, ἐν μόνῳ δὲ τῷ πατρὶ καὶ τῷ υἱῷ ἐνθεωρεῖ τὸ ἀνόμοιον; 1.1.402 Οὐκοῦν ἐπισκεψάσθω νῦν, εἰ καὶ μὴ πρότερον, τὴν ἐν τοῖς στοιχείοις διαφορὰν καὶ ὡς ἕκαστον τῶν ἐν τῷ κόσμῳ πρὸς τὴν τοῦ παντὸς σύστασιν συντελούντων πρὸς τὸ ἐναν τίον ἀπῆκται τῆς φύσεως. τὰ μὲν γὰρ κοῦφά τε καὶ ἀνω φερῆ πέφυκε, τὰ δὲ βαρέα καὶ εἰς τὸ κάτω βρίθοντα, καὶ τὰ μὲν ἀεὶ ἑστῶτα, τὰ δὲ διόλου κινούμενα, καὶ ἐν τοῖς κινουμένοις τὰ μὲν ἀπαράβατον ἐπὶ τὸ ἓν ἔχει τὴν κίνησιν, ὡς ὁ οὐρανὸς καὶ τῶν ἀστέρων οἱ πλανώμενοι, οἷς ὁ δρόμος εἰς τὸ ἔμπαλιν τοῦ παντὸς ἀνελίσσεται, τὰ δὲ πανταχόθεν διαχεόμενα κατὰ τὸ συμβαῖνον ἀεὶ φέρεται, ὡς ὁ ἀὴρ καὶ 1.1.403 ἡ θάλασσα καὶ ἡ πᾶσα τῆς ὑγρᾶς οὐσίας φύσις. τί δ' ἂν εἴποι τις τὴν τοῦ θερμοῦ πρὸς τὸ ψυχρὸν ἐναντίωσιν ἢ τοῦ ὑγροῦ τὴν πρὸς τὸ ξηρὸν διαφορὰν τοῦ τε ἄνω τὴν πρὸς τὸ κάτω διάστασιν; ὅσαι δὲ τῶν ζῴων αἱ κατὰ τὴν φύσιν ἀνομοιότητες, τὰς δὲ ἐν τοῖς φυτοῖς κατά τε τὰ σχήματα καὶ τὰ μεγέθη καὶ τὰς τῶν καρπῶν καὶ ποιοτήτων παραλ 1.1.404 λαγὰς τίς ἂν ἐπέλθοι λόγος ἀνθρώπινος; ἀλλ' ὁ σοφὸς οὗτος τῶν 20παρηλλαγμένων ἔργων παρηλλαγμέ νας καὶ τὰς ἐνεργείας20 ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ γραφή, ὅτι τῷ λόγῳ τοῦ προστάγματος πάντα γεγένηται, ἢ πρὸς τὴν τῶν γεγονότων διαφορὰν ἀμβλυώττων. καὶ οὕτως ἡμῖν ἀπερισκέπτως φθεγγόμενος περὶ θείων δογμάτων νομοθετεῖ, οὔπω τάχα τινὸς ἀκηκοώς, ὅτι πᾶν τὸ ἀποφαντικῶς λεγό μενον, ἐὰν μὴ καθόλου τὸ ἄμαχόν τε καὶ ὁμολογούμενον περὶ τοῦ προκειμένου πράγματος ἔχῃ, ἀλλὰ περὶ ὧν οὐκ ἄν τις τῶν ἐπεσκεμμένων συνθοῖτο, περὶ τούτων κατ' ἐξου σίαν ὁ δογματίζων λέγῃ, οὐδὲν διαφέρει τῶν ὀνείρους ἢ 1.1.405 μύθους παρὰ πότον διηγουμένων. καὶ τοιαύτης οὔσης τῆς ἐν τοῖς εἰρημένοις ἀναρμοστίας, καθάπερ οἱ δι' ἐνυπνίου φαντασίας τῶν καθ' ὕπαρ σπουδαζομένων ὁρᾶν τι νομί σαντες προθύμως ἔχονται τῶν ἀνυπάρκτων καὶ τῆς περὶ τὸ φαινόμενον ἐπιθυμίας διὰ τῆς ἠπατημένης ὄψεως ἀναπει θούσης ἔχειν οἴονται, οὕτω καὶ αὐτὸς διὰ τῆς ὀνειρώδους ταύτης τῶν δογμάτων ἀνατυπώσεως ἰσχύειν αὐτῷ φαντα σθεὶς τὰ εἰρημένα ταῦτα οὕτως ἔχειν διαβεβαιοῦται καὶ δι' αὐτῶν κατασκευάζειν ἐπιχειρεῖ τὰ ὑπόλοιπα. ἄξιον δὲ καὶ αὐτὴν παραθέσθαι τὴν λέξιν ἔχουσαν οὕτως. 1.1.406 20Οὕτω δὲ τούτων ἐχόντων καὶ τῇ πρὸς ἄλ ληλα