53
αὐτοῦ τοῖς παισὶν ἔπεσεν ὁ ὄροφος, καὶ οὕτως ἀνηρέθησαν· τί ἦν, ἰδεῖν οὐ μίαν οἰκίαν, οὐδὲ δύο παῖδας, ἀλλ' ἔθνος δώδεκα μυριάδων ὑπὸ τῶν ὀρόφων καταχωννύμενον; Ἴστε ἡλίκον τὸ δεινόν. Καὶ γὰρ καὶ ἡμῖν πρώην αὕτη γέγονεν ἡ ἀπειλὴ, οὐ προφήτου τινὸς φωνὴν ἀφιέντος (οὐ γὰρ ἄξιοι ἡμεῖς τοιαύτης ἀκοῦσαι φωνῆς), ἀλλὰ πάσης σάλπιγγος εὐσημότερον τῆς ἄνωθεν ἀπειλῆς ἀνακραγούσης. Ἀλλ', ὅπερ ἔφην, Ἔτι τρεῖς ἡμέραι, φησὶ, καὶ Νινευῒ καταστραφήσεται. Φοβερὰ ὄντως ἡ ἀπειλή. Ἀλλ' οὐδὲν τοιοῦτόν ἐστι νῦν. Οὐ γὰρ ἔτι τρεῖς ἡμέραι, 62.80 οὐδὲ Νινευῒ καταστραφήσεται, ἀλλὰ πολλαὶ ἡμέραι ἐξ οὗ τῆς οἰκουμένης ἡ Ἐκκλησία κατέστραπται, καὶ εἰς ἔδαφος κεῖται, πάντων ἐξ ἴσης τῷ κακῷ κατεχομένων, μᾶλλον δὲ τῶν ἐν ἀρχαῖς ὄντων τοῖς αὐτοῖς ὑπευθύνων· ὅθεν καὶ τὸ κακὸν χεῖρον, ὅσῳ καὶ πλείων αὐτοῖς ἡ ἀνάγκη. Μὴ τοίνυν θαυμάσητε διὰ τί μείζονα παρῄνεσα ποιεῖν τῶν Νινευϊτῶν· μᾶλλον δὲ οὐ νηστείαν κηρύττω νῦν μόνον, ἀλλὰ τὸ φάρμακον ἐκεῖνο ὑποδείκνυμι, ὃ καὶ τὴν πόλιν ἐκείνην πίπτουσαν ἀνέστησε. Ποῖον δὴ τοῦτο; Εἶδε Κύριος, φησὶν, ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῶν ὁδῶν αὐτοῦ τῶν πονηρῶν, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς. Τοῦτο πράττωμεν καὶ ἡμεῖς καὶ ὑμεῖς· ἀποστῶμεν τοῦ τῶν χρημάτων ἔρωτος, τοῦ τῆς δόξης, παρακαλοῦντες τὸν Θεὸν χεῖρα ὀρέξαι, καὶ διαναστῆσαι τὰ πεπτωκότα μέλη. Οὐδὲ γὰρ ὑπὲρ τῶν αὐτῶν ὁ φόβος. Τότε μὲν γὰρ λίθοι καὶ ξύλα καταπίπτειν ἔμελλον, καὶ σώματα ἀναιρεῖσθαι· νῦν δὲ τούτων οὐδὲν, ἀλλὰ ψυχαὶ τῷ τῆς γεέννης μέλλουσι παραδίδοσθαι πυρί. Παρακαλέσωμεν, ἐξομολογησώμεθα, ὑπὲρ τῶν προτέρων αὐτῷ χάριν ὁμολογήσωμεν, ὑπὲρ τῶν μελλόντων αἰτῶμεν ἵνα καταξιωθῶμεν, τοῦ θηρίου τούτου τοῦ χαλεποῦ καὶ δεινοτάτου ἀπαλλαγέντες, χάριν ἀναπέμψαι τῷ φιλανθρώπῳ Θεῷ καὶ Πατρὶ, μεθ' οὗ τῷ Υἱῷ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΑʹ.
Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως
ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. αʹ. Ἀγάπην ζητεῖ παρ' ἡμῶν ὁ Παῦλος οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν συγκολλῶσαν ἡμᾶς καὶ ἀδιασπάστως ἔχειν πρὸς ἀλλήλους ποιοῦσαν, καὶ τοσαύτην ἕνωσιν καὶ οὕτως ἀκριβῆ παρεχομένην, ὡσανεὶ μέλη πρὸς μέλη. Αὕτη γάρ ἐστιν ἡ τὰ μεγάλα ἐργαζομένη καλά. ∆ιὰ τοῦτό φησιν· Ἓν σῶμα, καὶ τῇ συμπαθείᾳ, καὶ τῷ μὴ βάλλεσθαι τοῖς ἑτέρων ἀγαθοῖς, καὶ τῷ συγχαίρειν. Καὶ πάντα ὁμοῦ διὰ τούτου δείξας, Καὶ ἓν πνεῦμα, καλῶς εἶπε, δεικνὺς ὅτι ἀπὸ τοῦ ἑνὸς σώματος ἓν πνεῦμα ἔσται, ἢ ὅτι ἔστι μὲν σῶμα εἶναι ἓν, οὐχ ἓν δὲ πνεῦμα· ὡς ἂν εἴ τις καὶ αἱρετικῶν φίλος εἴη· ἢ ἀπὸ τούτου πρὸς ὁμόνοιαν δυσωπεῖ, τοιοῦτό τι λέγων· Οἱ ἓν πνεῦμα λαβόντες, καὶ ἐκ μιᾶς ποτισθέντες πηγῆς, οὐκ ὀφείλετε διχονοεῖν· ἢ πνεῦμα ἐνταῦθα τὴν προθυμίαν φησίν. Εἶτα ἐπάγων, Καθὼς ἐκλήθητε, φησὶν, Ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. Τουτέστιν, Ὁ Θεὸς ὑμᾶς ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν· οὐδὲν ἑτέρῳ πλέον ἀπένειμε τοῦ ἑτέρου· πᾶσιν ἀθανασίαν, πᾶσι ζωὴν αἰώνιον, πᾶσι δόξαν ἀθάνατον, πᾶσιν ἀδελφότητα, πᾶσι κληρονο 62.80.30 μίαν ἐχαρίσατο. Κοινὴ πάντων ἐγένετο κεφαλὴ, 62.80 πάντας συνήγειρε καὶ συνεκάθισεν. Οἱ τοίνυν ἐν τοῖς πνευματικοῖς τοσαύτην ἔχοντες ἰσοτιμίαν, πόθεν μέγα φρονεῖτε; ὅτι ὁ δεῖνα πλούσιος, καὶ ὁ δεῖνα ἰσχυρός; καὶ πῶς οὐκ ἂν εἴη τοῦτο γέλως; Εἰπὲ γάρ μοι, εἰ ὁ βασιλεύς ποτε λαβὼν ὀνόματα δέκα, πάντας ἁλουργίδα ἐνέδυσε, καὶ ἐπὶ τοῦ θρόνου ἐκάθισε τοῦ βασιλικοῦ, καὶ πᾶσιν ἔδωκε τὴν αὐτὴν τιμὴν, ἆρα ἂν τούτων ἐτόλμησέ τις ὀνειδίσαι τὸν ἕτερον, ὡς πλουσιώτερος ὢν, ἢ ὡς λαμπρότερος; Οὐδαμῶς. Καὶ