1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

54

ἐὰν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ». 3.2.3 τὰ ὅμοια δὲ καὶ αὐτὸς ὁ Μωσῆς, πρὸς τὸν λαὸν διερμηνεύων τὸ τοῦ θεοῦ λόγιον, φησίν· «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ ἀναστήσει κύριος ὁ θεός, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας». 3.2.4 Ἆρ' οὖν οἱ μετὰ Μωσέα προφῆται, Ἡσαΐας, φέρε, ἢ Ἱερεμίας ἢἸεζεκιὴλ ἢ ∆ανιὴλ ἤ τις ἕτερος τῶν δώδεκα Μωσεῖ κατέστη παραπλήσιος νομοθέτης; οὐδαμῶς. ἀλλὰ τὰ ὅμοιά τις ἐκείνων Μωσεῖ διαπέπρακται; οὐκ ἔστιν εἰπεῖν. ἕκαστος γοῦν αὐτῶν ἀπὸ τοῦ πρώτου καὶ εἰς τὸν τελευταῖον ἐπὶ Μωσέα τοὺς ἀκροωμένους ἀνέπεμπον, καὶ τόν γε κατὰ τοῦ λαοῦ ἔλεγχον διὰ τὰς παραβάσεις τοῦ Μωσέως ἐποιοῦντο νόμου, προύτρεπόν τε οὐδὲν ἄλλο ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐξέχεσθαι. 3.2.5 οὐδένα γοῦν ... τούτων ὅμοιον· Μωσῆς δὲ περὶ ἑνὸς ὡρισμένως ἀναφωνεῖ. τίνα τοίνυν ὁ χρησμὸς θεσπίζει Μωσεῖ παραπλήσιον ἔσεσθαι προφήτην ἢ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; ὅπως δὲ τοῦτ' εἴρηται διασκέψασθαι ἀναγκαῖον. 3.2.6 Μωσῆς πρῶτος ἡγήσατο τοῦ Ἰουδαίων ἔθνους, εὑρών τε αὐτοὺς τῇ κατὰ Αἰγυπτίους πολυθέῳ πλάνῃ προσέχοντας, πρῶτος μὲν ταύτης ἀπέστρεψεν, ἀπαραιτήτοις τιμωρίαις ἀπαγορεύσας εἰδωλολατρεῖν· πρῶτος δὲ αὐτοῖς καὶ τὴν περὶ μοναρχίας θεολογίαν κατήγγειλεν, τὸν τῶν ἁπάντων δημιουργὸν καὶ ποιητὴν μόνον παραγγείλας σέβειν· πρῶτος δὲ καὶ ἀγωγήν τινα θεοσεβοῦς βίου τοῖς αὐτοῖς διαταξάμενος νομοθέτης αὐτοῖς εὐσεβοῦς πολιτείας πρῶτος καὶ μόνος ἀποδέδεικται. ἀλλὰ καὶ Ἰησοῦς ὁ Χριστὸς Μωσεῖ παραπλησίως καὶ πολὺ κρειττόνως πρῶτος τῆς κατ' εὐσέβειαν διδασκαλίας τοῖς λοιποῖς ἔθνεσι καθηγήσατο, καὶ πρῶτος ἀνατροπὴν τῆς καθ' ὅλην τὴν οἰκουμένην εἰδωλολατρείας εἰργάσατο· πρῶτός τε τὴν ἑνὸς τοῦ παμβασιλέως θεοῦ γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις προυβάλετο, καινοῦ τε βίου καὶ πολιτείας θεοσεβέσι προσηκούσης πρῶτος εἰσαγωγεὺς καὶ νομοθέτης ἀποδέδεικται. 3.2.7 καὶ τὰ λοιπὰ δὲ τὰ περὶ κόσμου γενέσεως, καὶ τὰ περὶ ψυχῆς ἀθανασίας, καὶ ὅσα ἄλλα φιλόσοφα δόγματα πρῶτος Μωσῆς τῷ Ἰουδαίων παρέδωκεν ἔθνει, ταῦτα θεοπρεπέστερον πρῶτος τοῖς λοιποῖς ἔθνεσιν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν αὐτοῦ μαθητῶν κατήγγειλεν. ὥστε Μωσέα μὲν εἰκότως πρῶτον καὶ μόνον εὐσεβείας νομοθέτην ἀνηγορεῦσθαι Ἰουδαίων, Ἰησοῦν δὲ τὸν Χριστὸν τῶν ἐθνῶν ἁπάντων, κατὰ τὴν φήσασαν περὶ αὐτοῦ προφητείαν· «κατάστησον, κύριε, νομοθέτην ἐπ' αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν». 3.2.8 Πάλιν Μωσῆς θαυμασίοις ἔργοις καὶ παραδοξοποιίαις τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν εὐσέβειαν ἐπιστώσατο. ὡσαύτως δὲ καὶ ὁ Χριστὸς ταῖς ἀναγράπτοις θαυματουργίαις πρὸς πίστιν τῶν ὁρώντων κεχρημένος τὰ καινὰ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ μαθήματα συνεστήσατο. 3.2.9 Πάλιν Μωσῆς ἐκ πικρᾶς τῆς ὑπ' Αἰγυπτίοις δουλείας τὸ Ἰουδαίων ἔθνος εἰς ἐλευθερίαν μετεστήσατο. καὶ Ἰησοῦς δὲ ὁ Χριστὸς ἐκ τῆς ὑπὸ τοῖς πονηροῖς δαίμοσι δυσσεβοῦς καὶ Αἰγυπτιακῆς εἰδωλολατρείας εἰς ἐλευθερίαν τὸ πάντων ἀνθρώπων γένος ἀνεκαλέσατο. 3.2.10 Πάλιν Μωσῆς γῆν ἁγίαν καὶ θεοφιλῆ βίον ἐν ταύτῃ καὶ μακαριστὸν τοῖς τὸν νόμον φυλάξασιν ἐπηγγείλατο ὡσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστός, «μακάριοι», φησίν, «οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν», πολὺ κρείττονα γῆν, ἀληθῶς ἁγίαν καὶ θεοφιλῆ, οὐχὶ τὴν ἐπὶ τῆς Ἰουδαίας ὅτι μηδὲν τῆς λοιπῆς αὕτη διενήνοχεν, ἀλλὰ τὴν κατ' οὐρανὸν ψυχαῖς φιλοθέοις προσήκουσαν τοῖς κατορθοῦσι τὸν πρὸς αὐτοῦ κατηγγελμένον βίον ὑποσχόμενος· ὃ δὴ καὶ παριστὰς λευκότερον, τοῖς πρὸς αὐτοῦ μακαριζομένοις βασιλείαν οὐρανῶν κατήγγειλε. 3.2.11 Καὶ ἄλλας δὲ πράξεις εὕροις ἂν ὑπὸ τοῦ σωτῆρος ἡμῶν κρείττονι ἢ κατὰ Μωσέα δυνάμει γεγονυίας, παραπλησίας γε μὴν αἷς καὶ ὁ Μωσῆς διεπράξατο. 3.2.12 οἷον, ὡς ἐπὶ παραδείγματος, Μωσῆς ἐφεξῆς τεσσαράκοντα ἡμέρας ἐνήστευσεν,