54
σχέσει τὸν εἱρμὸν ἀπαράβατον διατη ρούντων, προσήκει δήπου τοὺς κατὰ τὴν συμ φυῆ τοῖς πράγμασι τάξιν τὴν ἐξέτασιν ποιου μένους καὶ μὴ φύρειν ὁμοῦ πάντα καὶ συγχεῖν βιαζομένους, εἰ μὲν περὶ ταῖς οὐσίαις κινοῖτό τις ἀμφισβήτησις, ἐκ τῶν πρώτων καὶ προσε χῶν ταῖς οὐσίαις ἐνεργειῶν ποιεῖσθαι τῶν δεικνυμένων τὴν πίστιν καὶ τῶν ἀμφιβαλλο μένων τὴν διάλυσιν, τὴν δὲ ἐπὶ ταῖς ἐνεργείαις 1.1.407 ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν20. ἐγὼ τοίνυν ἀρκεῖν ἡγοῦμαι πρὸς ἀπόδειξιν τῆς ἀτοπίας τῶν εἰρημένων αὐτὰ τὰ ῥήματα τῆς ἀσεβείας. ὥσπερ γὰρ ὁ τὸ λελωβη μένον ἐκ πάθους πρόσωπον ὑπογράφων τῷ λόγῳ μᾶλλον ἂν ἐπιδείξειεν ἀπογυμνώσας τῶν προκαλυμμάτων τὴν νόσον, ὡς μηδὲν δεῖσθαι λόγῳ μαθεῖν τοὺς τὸ φαινόμενον βλέ ποντας, οὕτως ἡγοῦμαι τὸ εἰδεχθὲς τοῦτο καὶ περικεκομ μένον τοῦ αἱρετικοῦ δόγματος ἱκανῶς φανεροῦσθαι τοῖς διορατικοῖς τὴν ψυχὴν καὶ διὰ μόνης τῆς ἀναγνώσεως ἐκ 1.1.408 καλυπτόμενον. ἀλλ' ἐπειδὴ χρὴ καθάπερ τινὰ δάκτυλον ἐπὶ τὰ σαθρὰ τοῦ δόγματος τὸν δεικτικὸν λόγον ἐπάγοντα φανερωτέραν τοῖς πολλοῖς καταστῆσαι τὴν ἐγκειμένην λώ βην τῷ δόγματι, πάλιν ἐφεξῆς τὸ ῥηθὲν ἀναλήψομαι. 1.1.409 20Οὕτω δέ20, φησί, 20τούτων ἐχόντων20. τί λέγει ὁ ἐν υπνιαστής; ποίων τούτων καὶ πῶς ἐχόντων; ὅτι 20μόνη κυρία καὶ ἀνωτάτω20 τοῦ πατρὸς ἡ οὐσία, ἄκυρος δὲ κατὰ τὸ ἀκόλουθον πάντως ἡ ἐφεξῆς καὶ ἀκυροτέρα ἡ 1.1.410 τρίτη; ταῦτα γὰρ οἷς εἶπεν ἐνομοθέτησεν. ἢ ὅτι παρε πομένης τῇ οὐσίᾳ τῇ πρώτῃ ἐνεργείας τινός, ἧς ἀποτέ λεσμα καὶ 20ἔργον20 ὁ μονογενής ἐστιν υἱός, τῷ μέτρῳ τῆς ὑποστησαμένης αὐτὸν ἐνεργείας ἐνδεδεμένος; ἢ ὅτι ἐλάτ τους τε καὶ μείζους αἱ οὐσίαι νοοῦνται διὰ τὸ ἐγκεῖσθαί πως ἀλλήλαις καὶ περιέχεσθαι ὑπὸ τῆς εὐρυχωροτέρας τὴν ἥσσονα, ὥσπερ ἐπὶ τῶν κάδων συμβαίνει τῶν ἀλλήλοις ἐντιθεμένων, καθ' ὃ μείζους τε καὶ ἐλάττους ἐνορᾷ τὰς 1.1.411 οὐσίας τὰς οὐδενὶ πέρατι καὶ ὅρῳ περιειλημμένας; ἢ ὅτι τῶν δημιουργημάτων αἱ διαφοραὶ καὶ τὴν τῶν δημιουργῶν ἑτερότητα συνεμφαίνουσιν, ὡς ἀμήχανον ἐκ τῶν ὁμοίων ἐνεργειῶν διαφόρους τὰς δημιουργίας συνίστασθαι; ἆρ' οὖν ἔστι τις τοσούτῳ κώματι κατεχόμενος τὰ τῆς ψυχῆς αἰσθη τήρια, ὥστε ἀκούσας τῶν τοιούτων δογμάτων εὐθὺς συν θέσθαι τῷ διαβεβαιουμένῳ ὅτι 20οὕτω δὲ τούτων ἐχόν των καὶ ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸν εἱρμὸν 1.1.412 ἀπαράβατον διατηρούντων20; τῆς γὰρ αὐτῆς οἶμαι παραπληξίας εἶναι λέγειν τε τὰ τοιαῦτα καὶ λεγόντων ἀκούειν ἀνεξετάστως, ὅτι εἱρμῷ τινι διὰ τῆς πρὸς ἄλληλα σχέσεως εὐθύνεται τὰ διὰ τῆς κατὰ τὴν φύσιν ἀνομοιότητος ἀπ' ἀλλήλων διεσχισμένα. ἢ γὰρ ἥνωται διὰ τῆς οὐσίας κατὰ τὸν ἡμέτερον λόγον καὶ οὕτως 20ἐν τῇ πρὸς ἄλ ληλα σχέσει τὸν εἱρμὸν ἀπαράβατον διατη ρήσει20, ἢ ἀφέστηκεν ἀλλήλων διὰ τῆς κατὰ τὴν φύσιν ἀλ λοτριότητος, καθὼς ἐκεῖνος οἴεται. καὶ τίς εὑρεθήσεται 20καθ' εἱρμὸν σχέσις20 ἐν τοῖς ἀλλοτρίως ἔχουσιν 20ἡ συντηροῦσα τὸ ἀπαράβατον20; τίς δὲ 20ἡ συμφυὴς τῶν πραγμάτων τάξις20, καθ' ἣν ποιεῖσθαι νομοθετεῖ 1.1.413 τὴν ἐξέτασιν; εἰ μὲν γὰρ εἰς τὸ δόγμα τῆς ἀληθείας ἑώρα καὶ μόνῃ τῇ τάξει κατὰ τὸ ἀκόλουθον τῶν ἐν τῇ ἁγίᾳ τριάδι πεπιστευμένων πραγμάτων τὴν διαφορὰν ἐλογίζετο, 20τῆς συμφυοῦς20 ταύτης, ὥς φησι, 20τάξεως20 ἀσύγχυτον ποιουμένης τὴν τῶν ὑποστάσεων κρίσιν, ὥστε καὶ κοινωνεῖν κατὰ τὴν οὐσίαν καὶ διῃρῆσθαι κατὰ τὸν τῆς ὑποστάσεως λόγον οἴεσθαι, οὐκ ἂν πάντως ἐν τοῖς ὑπεναντίοις ἐτέτακτο, ταῦτα λέγων, ὧν καὶ ἡμεῖς προϊστάμεθα. 1.1.414 Νυνὶ δὲ ἅπας ὁ λόγος αὐτῷ πρὸς τὸ ἐναντίον βλέ πων ἄπορον εἶναι κατασκευάζει τῆς ἐνταῦθα νοηθείσης αὐτῷ τάξεως τὴν κατανόησιν. πλεῖστον γὰρ δήπου διενή νοχε τῶν τε ἐκ προβουλεύσεως καὶ τῶν κατὰ τὸ αὐτόματον 1.1.415 ἐκ φυσικῆς τινος ἀνάγκης ἀποβαινόντων τὸ πέρας. συμ φυής ἐστι τῷ πυρὶ ἡ θερμότης καὶ ἡ λαμπηδὼν τῇ ἀκτῖνι καὶ τὸ ῥέειν τῷ ὕδατι καὶ τῷ λίθῳ ἡ ἐπὶ τὸ κάτω φορὰ καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν. εἰ δέ τις οἰκίαν ἐδομή σατο ἢ μετῆλθεν ἀρχὴν ἢ ἐμπορίαν ἐστείλατο ἢ ἄλλο τι τῶν ἐκ προβουλεύσεως καὶ παρασκευῆς