1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

54

οὔπω τὸ πᾶν εἴρηκα· οὐ γὰρ τοσοῦτον τὸ μέσον. Ἐν οὖν τοῖς οὐρανοῖς ἴσοι, καὶ κάτω διεστήκαμεν; Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως. Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν αὐτός. Μὴ γὰρ σοὶ μὲν ὁ μείζων, ἐκείνῳ δὲ ὁ ἐλάττων ἐπεκλήθη; μὴ γὰρ σὺ μὲν ἀπὸ πίστεως, ἐκεῖνος δὲ ἀπὸ ἔργων ἐσώθη; μὴ γὰρ σοὶ μὲν ἀφείθη διὰ τοῦ βαπτίσματος, ἐκείνῳ δὲ οὔ; Ἄπαγε· Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν. -Ὁ ἐπὶ πάντων, τουτέστιν, ὁ ἐπάνω πάντων· Καὶ διὰ πάντων, τουτέστι, προνοῶν, διοικῶν· Καὶ ἐν πᾶσιν ὑμῖν, τουτέστιν, ὁ ἐν πᾶσιν οἰκῶν. Καίτοι τοῦ Υἱοῦ, τοῦτο εἶναί φησιν· ὥστε εἰ ἐλαττώσεως ἦν, οὐκ ἂν περὶ τοῦ Πατρὸς ἐῤῥήθη. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις. Τί οὖν, φησὶ, καὶ πόθεν τὰ χαρίσματα διάφορα; Τοῦτο γὰρ ἀεὶ καὶ αὐτοὺς καὶ Κορινθίους καὶ πολλοὺς ἑτέρους, τοὺς μὲν εἰς ἀπόνοιαν, τοὺς 62.81 δὲ εἰς ἀθυμίαν καὶ φθόνον ἀνῆγε. ∆ιὰ τοῦτο πανταχοῦ τὸ τοῦ σώματος ὑπόδειγμα παραλαμβάνει· διὰ τοῦτο καὶ νῦν τοῦτο τέθεικεν, ἐπειδὴ ἔμελλε διαφόρων χαρισμάτων μνημονεύειν. Ἀκριβέστερον μὲν οὖν αὐτὸ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ ἐπεξέρχεται, ἐπειδὴ καὶ ἐκεῖ μάλιστα τὸ νόσημα τοῦτο ἐτυράννει· νῦν δὲ ἐνταῦθα μόνον ᾐνίξατο· καὶ ὅρα τί φησιν. Οὐκ εἶπε, Κατὰ τὴν ἑκάστου πίστιν, ἵνα μὴ εἰς ἀθυμίαν ἐμβάλῃ ἐκείνους, τοὺς μεγάλων μὴ τετυχηκότας· ἀλλὰ τί; Κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Τὰ πάντων κεφαλαιωδέστερα, φησὶ, κοινὰ πάντων ἐστὶ, τὸ βάπτισμα, τὸ διὰ πίστεως σωθῆναι, τὸ τὸν Θεὸν ἔχειν Πατέρα, τὸ τοῦ αὐτοῦ Πνεύματος ἅπαντας μετέχειν. Εἰ δέ τι πλέον ὁ δεῖνα ἔχει ἐν τῷ χαρίσματι, μὴ ἄλγει, ἐπεὶ καὶ ὁ πόνος αὐτῷ πλείων ἐστί· καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν, πέντε ἀπῃτεῖτο· ὁ δὲ τὰ δύο, δύο μόνον προσήνεγκε, καὶ οὐδὲν ἔλαττον ἔσχεν ἐκείνου. ∆ιὰ τοῦτο καὶ ἐνταῦθα ἀπὸ τῆς αὐτῆς αἰτίας παραμυθεῖται τὸν ἀκούοντα. Πρὸς καταρτισμὸν τῶν ἁγίων, φησὶν, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν· Οὐαί μοι, ἐὰν μὴ εὐαγγελίζωμαι. Οἷον, ἀποστολῆς ἔλαβέ τις χάρισμα. Ἀλλὰ διὰ τοῦτο αὐτῷ οὐαὶ, ἐπειδὴ ἔλαβε· σὺ δὲ τοῦ κινδύνου ἀπήλλαξαι. Κατὰ τὸ μέτρον. Τί ἐστι, Κατὰ τὸ μέτρον; Τουτέστιν, οὐ πρὸς τὴν ἡμετέραν ἀξίαν· ἐπεὶ οὐδ' ἂν ἔλαβεν οὐδεὶς ἃ ἔλαβεν· ἀλλὰ πάντες ἀπὸ τῆς δωρεᾶς ἐλάβομεν. βʹ. Καὶ διὰ τί ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον; Οὐδὲν τοῦτο ποιεῖ, φησὶν, ἀλλ' ἀδιάφορον τὸ πρᾶγμά ἐστιν· ἕκαστος γὰρ πρὸς τὴν οἰκοδομὴν συντελεῖ. Καὶ διὰ τούτου δείκνυσιν, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας ἀξίας ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ δι' ἑτέρους, ὡς αὐτὸς ἐμέτρησεν· ἐπεὶ καὶ ἀλλαχοῦ λέγει· Τὰ δὲ μέλη ἔθετο ἓν ἕκαστον αὐτῶν, καθὼς αὐτὸς ἠθέλησε. Καὶ οὐ λέγει τὸν λόγον, ἵνα μὴ καταβάλῃ τὰ φρονήματα τῶν ἀκουόντων. ∆ιὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. Ὡσεὶ ἔλεγε· Τί μέγα φρονεῖς; τοῦ Θεοῦ τὸ πᾶν γέγονεν. Ὁ μὲν Προφήτης φησὶν ἐν τῷ ψαλμῷ· Ἔλαβες δόματα ἐν ἀνθρώποις· αὐτὸς δέ φησιν· Ἔδωκε δόματα ἐν ἀνθρώποις. Τοῦτο ταυτόν ἐστιν ἐκείνῳ. Τοιοῦτόν ἐστι καὶ, Τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Ταῦτα ἀκούων, μὴ μετάβασιν νόμιζε. Ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ κατασκευάζει, τοῦτο καὶ ἐνταῦθα. Καθάπερ ἐκεῖ περὶ ταπεινοφροσύνης παραινῶν παράγει τὸν Χριστὸν, οὕτω δὴ καὶ ἐνταῦθα, λέγων· Εἰς τὰ κατώτερα μέρη κατέβη τῆς γῆς. Εἰ γὰρ μὴ τοῦτο ἦν, περιττὸς οὗτος ὁ λόγος ὅνπερ λέγει· Ὑπήκοος γενόμενος μέχρι θανάτου. Ἀπὸ δὲ τοῦ ἀναβῆναι τὴν κατάβασιν αἰνίττεται. Τὰ δὲ κάτω μέρη τῆς γῆς, τὸν θάνατόν φησιν, ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπονοίας, καθάπερ καὶ ὁ Ἰακὼβ ἔλεγε· Κατάξετε τὸ γῆράς μου μετ' ὀδύνης εἰς ᾅδου· καὶ πάλιν ἐν τῷ ψαλμῷ, Ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· τουτέστι, 62.82 τοῖς ἀποθανοῦσι. ∆ιὰ τί τοῦτο τὸ χωρίον ἐπεξεργάζεται ἐνταῦθα; καὶ ποίαν αἰχμαλωσίαν φησί; Τὴν τοῦ διαβόλου· αἰχμάλωτον γὰρ τὸν τύραννον ἔλαβε, τὸν διάβολον λέγω,