55
ὡς ἡ γραφὴ μαρτυρεῖ, λέγουσα «καὶ ἦν ἐκεῖ Μωσῆς ἔναντι κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγεν, καὶ ὕδωρ οὐκ ἔπιεν», 3.2.13 ὡσαύτως δὲ καὶ ὁ Χριστός. γέγραπται γοῦν· «καὶ ἤγετο εἰς τὴν ἔρημον τεσσαράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐδὲν ἔφαγεν ἐν ταῖς ἡμέραις ἐκείναις». Καὶ πάλιν Μωσῆς ἐν τῇ ἐρήμῳ τροφὰς τῷ λαῷ παρέσχε. λέγει δ' οὖν ἡ γραφή· «ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ», 3.2.14 καὶ μετ' ὀλίγα· «ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκόν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς». καὶ ὁ σωτὴρ δὲ καὶ κύριος ἡμῶν ὡσαύτως φησὶν πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε;» 3.2.15 Πάλιν Μωσῆς διὰ μέσης τῆς θαλάσσης διῆλθε καὶ τὸν λαὸν ὡδήγησε. λέγει δ' οὖν ἡ γραφή· «ἐξέτεινε Μωσῆς τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγεν κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν ἡμέραν, καὶ ἐποίησεν τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ, καὶ διῆλθον οἱ υἱοὶ Ἰσραὴλ διὰ μέσης τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων». 3.2.16 ὡσαύτως δὲ καὶ μᾶλλον θεοπρεπέστερον Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐπὶ τῆς θαλάσσης περιπατήσας καὶ τὸν Πέτρον βαίνειν ἐπ' αὐτῆς ἐποίησε. γέγραπται δ' οὖν· «τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης. καὶ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἐταράχθη σαν», 3.2.17 καὶ μετ' ὀλίγα· «ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν, κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. ὁ δὲ εἶπεν, ἐλθέ· καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα». 3.2.18 Πάλιν Μωσῆς ἀνέμῳ νότῳ βιαίῳ ἔπηξε τὴν θάλασσαν. λέγει δ' οὖν ἡ γραφή· «ἐξέτεινε δὲ Μωσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ», καὶ ἐπιφέρει· «ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης». 3.2.19 ὡσαύτως δὲ καὶ πολὺ κρειττόνως ὁ σωτὴρ ἡμῶν «ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη». Πάλιν Μωσέως ἀπὸ τοῦ ὄρους κατιόντος τὸ πρόσωπον ἑωρᾶτο πλήρης δόξης. γέγραπται δ' οὖν· «καταβαίνων δ' αὐτὸς ἐκ τοῦ ὄρους Μωσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ ἐν τῷ αὐτὸν λαλεῖν αὐτῷ. καὶ εἶδεν Ἀρὼν καὶ πάντες οἱ πρεσβύτεροι τῶν υἱῶν Ἰσραὴλ τὸν Μωσῆν, καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ». 3.2.20 ὡσαύτως δὲ καὶ πολὺ διαφερόντως ὁ ἡμέτερος σωτὴρ ἀναγαγὼν τοὺς ἑαυτοῦ μαθητὰς «εἰς ὄρος ὑψηλὸν λίαν, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς». Πάλιν Μωσῆς λεπρὸν ἐκαθάρισε. γέγραπται δ' οὖν· «καὶ ἰδοὺ Μαρία λεπρῶσα ὡσεὶ χιών», 3.2.21 καὶ μετ' ὀλίγα· «καὶ ἐβόησεν Μωσῆς πρὸς κύριον, λέγων, ὁ θεὸς δέομαι ἴασαι αὐτήν». 3.2.22 ὡσαύτως δὲ καὶ μείζονι δυνάμει ἐξουσίας ὁ Χριστὸς τοῦ θεοῦ, προσελθόντος αὐτῷ λεπροῦ καὶ φήσαντος· «ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι», ἀπεκρίνατο· «θέλω, καθαρίσθητι. καὶ ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα». Πάλιν Μωσῆς δακτύλῳ θεοῦ ἔφησε τὸν νόμον γεγράφθαι. γέγραπται δ' οὖν· «καὶ ἔδωκε τῷ Μωσεῖ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει Σινᾶ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ», 3.2.23 καὶ ἐν τῇ ἐξόδῳ· «εἶπον οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραῷ, δάκτυλος θεοῦ ἐστιν τοῦτο». ὡσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοῖς Φαρισαίοις ἔλεγεν· «εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια». 3.2.24 Ἐφ' ὅλοις τούτοις Μωσῆς μετωνόμασε τὸν Ναυὴν Ἰησοῦν. ὡσαύτως δὲ καὶ ὁ σωτὴρ τὸν Σίμωνα Πέτρον. Καὶ πάλιν Μωσῆς κατέστησε τῷ λαῷ ἡγουμένους ἑβδομήκοντα. λέγει δ' οὖν ἡ γραφή· «συνάγαγέ μοι ἑβδομήκοντα