55
κατορθουμένων μετεχειρίσατο, οὐκ ἔστιν ἐπὶ τούτου κυρίως λέγειν ὅτι 20συμφυής20 τις τοῖς παρ' αὐτοῦ πεπραγμένοις ἔπεστι τάξις· κατὰ γὰρ τὸ βούλημα τοῦ προαιρουμένου καὶ κατὰ τὸ χρήσιμον τοῦ ἐπιτελουμένου πράγματος ἡ τάξις παρὰ τῶν 1.1.416 τὰ καθ' ἕκαστον ἐνεργούντων ἐπάγεται. ἐνταῦθα τοίνυν ἐπειδὴ ἀποσχίζει τῆς φυσικῆς οἰκειότητος τοῦ πατρὸς τὸν υἱὸν ὁ τῆς αἱρέσεως λόγος, τὰ αὐτὰ δὲ καὶ περὶ τοῦ πνεύ ματος οἴεται, ὡς ἀπεξενωμένου τῆς τε πρὸς τὸν υἱὸν καὶ τὸν πατέρα ἑνώσεως, ἐν παντὶ δὲ τῷ λόγῳ κατασκευάζεται τὸ ἔργον εἶναι τοῦ πατρὸς τὸν υἱόν, ἔργον δὲ πάλιν τοῦ υἱοῦ τὸ πνεῦμα, πάντα δὲ τὰ ἔργα προαιρέσεως, οὐ φύσεως ἀποτελέσματα, πῶς οὗτος τὸ τοῦ θελήματος ἔργον 20συμ φυῆ20 τινα τάξιν πραγμάτων εἶναι ὁρίζεται, οὐκ οἶδα τί νοῶν ἐν τῷ λόγῳ. ὡς ταύτην τοῦ θεοῦ τῶν ὅλων τὴν φύσιν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τοῦ ἁγίου δημιουργήσαντος καὶ τὸ ὑπερβεβηκὸς τῶν οὐσιῶν τοιοῦτον εἶναι ποιήσαντος, 1.1.417 ὥστε ὑποχειρίως ἔχειν τῷ ἑτέρῳ τὸ ἕτερον; καὶ εἰ ταῦτα νοεῖ, διὰ τί τὸ εἰρημένον οὐ διεσάφησε, κατὰ τίνα λόγον προεπινοεῖται ταῦτα περὶ θεοῦ γινώσκειν; ὡς ἐν τῇ βρα χύτητι τῶν ἔργων μείζονος ἐπιδειχθησομένης αὐτοῦ τῆς δυνάμεως; καὶ τίς τούτῳ συνθήσεται, τῷ μεγάλην αἰτίαν καὶ δύναμιν τῇ τῶν ἀποτελεσμάτων ἐνθεωρεῖσθαι βραχύ τητι; ἀλλ' ὡς οὖν οὐ δυναμένου τὸ τέλειον ἐν πᾶσι τῷ ἐξ αὐτοῦ συνυποστῆσαι; καὶ πῶς αὐτῷ συμμαρτυρεῖ τὸ 20ἀνώ τατόν τε καὶ κυριώτατον20, εἴπερ ἐλάττονα τῆς προ 1.1.418 αιρέσεως ἐπιδείξει τὴν δύναμιν; ἢ οὐδὲ προτεθεῖσθαι λέγει τὸν τοῦ τελείου λόγον τῷ ἐξ αὐτοῦ ἐγγενέσθαι, ἵνα μὴ πάντως ἡ τιμὴ καὶ ἡ δόξα τοῦ διὰ τὸ ὑπερέχον τιμωμένου κατασμικρύνηται. καὶ τίς οὕτως ἄθλιος ὥστε μηδὲ τὴν θείαν τε καὶ μακαρίαν φύσιν καθαρεύειν ἀπὸ τοῦ κατὰ τὸν φθόνον πάθους ὑπολογίζεσθαι; ποία οὖν εὐπρεπὴς αἰτία τοῦ ταῦτα οὕτω παρὰ τοῦ θεοῦ τῶν ὅλων ἐπὶ τοῦ μονο γενοῦς καὶ τοῦ πνεύματος διατετάχθαι; 1.1.419 Ἀλλ' οὐκ ἐκεῖθεν, φησίν. πόθεν οὖν ἄλλοθεν, εἰ μὴ κατὰ τὴν φύσιν οἰκείως ἔχουσιν 20ἡ συμφυὴς20 αὐτοῖς 20τάξις20 ἐνθεωρεῖται; ἀλλ' ἴσως τὸ ὑφειμένον τῆς οὐσίας ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὸ συμφυὲς ὀνομάζει τῆς τάξεως. ἀλλ' ἐγὼ καὶ αὐτοῦ τούτου δέομαι τὴν αἰτίαν μαθεῖν, δι' ἣν ὁ υἱὸς κατὰ τὴν οὐσίαν ἠλάττωται, τῆς οὐσίας καὶ ἐνεργείας ἐν τοῖς ἴσοις καὶ τοῖς αὐτοῖς γνωρί 1.1.420 σμασί τε καὶ ἰδιώμασιν εὑρισκομένων. εἰ δὲ οὐχ ὁ αὐτὸς τῆς τε οὐσίας καὶ τῆς ἐνεργείας ὁ λόγος, ἀλλὰ διάφορον ἐφ' ἑκατέρου τὸ σημαινόμενον, πῶς διὰ τῶν ξένων καὶ ἀλλο τρίων αἱ ἀποδείξεις τοῖς ζητουμένοις ἐπάγονται; ὥσπερ ἂν εἴ τις, πολυπραγμονουμένης τῆς ἀνθρωπίνης οὐσίας καὶ ζητουμένου εἰ γελαστικὸν ζῷον ὁ ἄνθρωπος ἢ γραμματικῆς δεκτικόν, εἰς ἀπόδειξιν τοῦ προτεθέντος παραλαμβάνοι οἰκίας ἢ πλοίου κατασκευήν, ἣν ὁ οἰκοδόμος ἢ ὁ ναυπηγὸς ἐτεκτήνατο, ἔπειτα ἰσχυρίζοιτο τῷ σοφῷ τούτῳ λόγῳ, ὅτι ταῖς ἐνεργείαις τὰς οὐσίας γνωρίζομεν, ἐνέργεια δὲ τοῦ 1.1.421 ἀνθρώπου ἡ οἰκία καὶ τὸ πλοῖον. ἐκ τούτων ἄρα κατα λαμβάνομεν τὸ πλατυώνυχον καὶ γελαστικὸν εἶναι τὸν ἄν θρωπον, ἁπλούστατε; ἀλλ' οὐ τοῦτο, φαίη τις ἄν, τὸ ζητούμενόν ἐστιν, εἴ τινα κίνησιν καὶ ἐνέργειαν ὁ ἄν θρωπος ἔχει, ἀλλ' αὐτὸ τὸ ἐνεργοῦν τί ποτε κατὰ τὴν φύσιν ἐστίν· ὃ πολλοῦ δέω μαθεῖν ἐκ τῆς ἀποκρίσεως. 1.1.422 καὶ γὰρ εἰ περὶ ἀνέμου τι μαθεῖν ἐβουλόμην, οὐκ ἂν ψάμμου σωρείαν ἐξ ἀνέμου συστᾶσαν ἢ ἀχύρου θημῶνα ἢ κόνεως διάχυσιν δείξας ἐντελῆ ἂν τοῦ ζητουμένου τὸν λόγον ἀπέδωκας. ἕτερος γὰρ τοῦ ἀνέμου ὁ λόγος καὶ ἄλλα ταῦτα τὰ ἀντὶ τοῦ ζητουμένου δεικνύμενα. πῶς οὖν οὗτος ταῖς ἐνεργείαις τὰς οὐσίας δείκνυσι καὶ τὸν τοῦ εἶναι λόγον αὐτοῦ τοῦ ὄντος ἐκ τῶν γενομένων παρὰ τοῦ ὄντος παρίστησιν; 1.1.423 Εἶτα κἀκεῖνο σκοπήσωμεν, τί <τὸ> 20ἔργον20 τοῦ πατρός, δι' οὗ καταλαμβάνεσθαι λέγει τὴν οὐσίαν τοῦ ἐνεργήσαντος; τὸν υἱὸν λέξει πάντως, εἴπερ τὰ συν ήθη λέγοι. ἀλλ' οὗτος, ὦ σοφώτατε, κατὰ τὸν σὸν λόγον 20τῇ ἐργασαμένῃ αὐτὸν ἐνεργείᾳ παραμετρού μενος20 ἐκείνην δεικνύει μόνην, τὸ δὲ ζητούμενον οὐδὲν ἧττον ἐν