1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

55

καὶ τὸν θάνατον, καὶ τὴν ἀρὰν καὶ τὴν ἁμαρτίαν. Ὁρᾷς σκῦλα καὶ λάφυρα; Τὸ δὲ ἀνέβη τί ἐστι, εἰ μὴ ὅτι καὶ κατέβη; Τοῦτο πρὸς τοὺς Παύλου τοῦ Σαμοσατέως. Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Εἰς τὰ κατώτερα, φησὶ, μέρη κατέβη τῆς γῆς, μεθ' ἃ οὐκ ἔστιν ἕτερα· καὶ ἀνέβη ὑπεράνω πάντων, μεθ' ὃ οὐκ ἔστιν ἕτερόν τι. Τοῦτό ἐστι τῆς ἐνεργείας αὐτοῦ καὶ τῆς δεσποτείας· καὶ γὰρ καὶ πάλαι πάντα πεπλήρωτο. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. Ὅπερ λέγει ἀλλαχοῦ, ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, τοῦτο καὶ ἐνταῦθα λέγει· Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβάς. Οὐδὲν αὐτὸν ἔβλαψε τὸ εἰς τὰ κατώτερα μέρη τῆς γῆς κατελθεῖν, οὐδὲ ἐνεπόδισε πρὸς τὸ ἀνωτέρω γενέσθαι τῶν οὐρανῶν. Ὥστε ὅσῳ ἄν τις ταπεινωθῇ, τοσούτῳ μᾶλλον ὑψοῦται. Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος ὅσῳ ἄν τις τοῦτο εἰς τὸ κάτω κατενέγκῃ, τοσούτῳ μᾶλλον αὐτὸ πρὸς ὕψος ἀνάγει, καὶ ὅσῳ ἄν τις ἐκ διαστήματος ἀκοντίσῃ, τοσούτῳ ἐπιτυγχάνει· οὕτω ἐπὶ τῆς ταπεινοφροσύνης. Ἀλλ' ὅταν περὶ Θεοῦ λέγωμεν τὰς ἀναβάσεις, ἀνάγκη πρῶτον κατάβασιν ἐννοεῖν· ὅταν δὲ περὶ ἀνθρώπου, οὐκέτι. Εἶτα καὶ τὴν πρόνοιαν αὐτοῦ δείκνυσι καὶ τὴν σοφίαν, καί φησιν· Ὁ τοιαῦτα ἐργασάμενος, καὶ τοσαῦτα ἰσχύσας, καὶ μέχρι τῶν κατωτέρων μερῶν μὴ παραιτησάμενος κατελθεῖν δι' ἡμᾶς, οὐκ ἂν ἁπλῶς τὰς διανομὰς τῶν χαρισμάτων ἐποίησεν. Ἀλλαχοῦ δέ φησιν ὅτι τὸ Πνεῦμα τοῦτο εἰργάσατο, οὕτω λέγων· Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου. Καὶ ἐνταῦθα μέν φησιν, ὅτι ὁ Υἱὸς, ἀλλαχοῦ δὲ, ὅτι ὁ Θεός· καὶ πάλιν, Αὐτὸς ἔδωκε τῇ Ἐκκλησίᾳ τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας. Ἐν δὲ τῇ πρὸς Κορινθίους φησίν· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν ἀλλ' ὁ Θεὸς ηὔξανε· καὶ πάλιν, Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Οὕτω καὶ ἐνταῦθα. Τί γὰρ, εἰ ἔλαττον εἰσφέρεις; τοσοῦτον ἔλαβες. Πρῶτον ἀποστόλους· πάντα γὰρ εἶχον οὗτοι. ∆εύτερον προφήτας· ἦσαν γάρ τινες, οἳ ἀπόστολοι μὲν οὐκ ἦσαν, προφῆται δὲ, ὥσπερ Ἄγαβος. Τρίτον εὐαγγελιστάς· οἱ μὴ περιιόντες πανταχοῦ, ἀλλ' εὐαγγελιζόμενοι μόνον, ὡς Πρίσκιλλα καὶ Ἀκύλας. Ποιμένας καὶ διδασκάλους, τοὺς ὁλόκληρον ἐμπεπιστευμένους ἔθνος. Τί οὖν; οἱ ποιμένες καὶ οἱ διδάσκαλοι ἐλάττους; Καὶ πάνυ, τῶν περιιόντων καὶ εὐαγγελιζομένων οἱ καθήμενοι καὶ περὶ ἕνα τόπον ἠσχολημένοι, οἷον Τιμόθεος, Τίτος. Ἄλλως δὲ, οὐ δυνατὸν ἐντεῦθεν ποιήσασθαι τὴν ὑποταγὴν καὶ τὴν προτίμησιν, ἀλλ' ἀπὸ ἑτέρας Ἐπιστολῆς. Αὐτὸς ἔδωκε, φησί· μηδὲν ἀντείπῃς. Ἢ εὐαγγελιστάς φησι, τοὺς τὸ Εὐαγγέλιον γράψαντας. Πρὸς καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. 62.83 γʹ. Ὁρᾷς τὸ ἀξίωμα; Ἕκαστος οἰκοδομεῖ, ἕκαστος καταρτίζει, ἕκαστος διακονεῖ. Μέχρις οὗ καταντήσομεν, φησὶν, οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἡλικίαν ἐνταῦθά φησι τὴν τελείαν ἐπίγνωσιν. Καθάπερ γὰρ ὁ ἀνὴρ ἕστηκε βεβαίως, οἱ δὲ παῖδες τὰς φρένας περιφέρονται, οὕτω καὶ ἐπὶ τῶν πιστῶν. Εἰς τὴν ἑνότητα, φησὶ, τῆς πίστεως. Τουτέστιν, ἕως ἂν δειχθῶμεν πάντες μίαν πίστιν ἔχοντες. Τοῦτο γάρ ἐστιν ἑνότης πίστεως, ὅταν πάντες ἓν ὦμεν, ὅταν πάντες ὁμοίως τὸν σύνδεσμον ἐπιγινώσκωμεν. Μέχρι τότε ἐργάζεσθαι χρὴ, εἰ διὰ τοῦτο χάρισμα ἔλαβες, ἵνα ἄλλους οἰκοδομῇς. Βλέπε μὴ σαυτὸν καταστρέψῃς, ἑτέρῳ φθονῶν. Ἐτίμησέ σε ὁ Θεὸς, καὶ ἔταξεν, ὥστε καταρτίζειν ἕτερον. Καὶ γὰρ καὶ ὁ ἀπόστολος πρὸς τούτῳ ἦν, καὶ ὁ προφήτης πρὸς τούτῳ ἦν προφητεύων καὶ πείθων, καὶ ὁ εὐαγγελιστὴς εὐαγγελιζόμενος, καὶ ὁ ποιμὴν καὶ ὁ διδάσκαλος· πάντες ἓν ἔργον ἦσαν ἀναδεδεγμένοι. Μὴ γάρ μοι τὴν διαφορὰν τῶν χαρισμάτων εἴπῃς· πάντες ἓν